# Quaestiones in Octateuchum 10

Theodoretus, Quaestiones in Octateuchum, Page 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/10

τασκεύαστος», τοῦτ' ἔστιν, ἐγένετο μὲν ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· ἔτι δὲ ἀόρατος ἦν ἐπικειμένου τοῦ ὕδατος, καὶ ἀκατασκεύαστος, μηδέπω κοσμηθεῖσα τῇ βλάστῃ, μηδὲ ἀνθήσασα λειμῶνας καὶ ἄλση καὶ λήϊα. VI Οὐκ ἐδίδαξεν ἡμᾶς ὁ Μωϋσῆς ὅτι καὶ τὰ ὕδατα ἐδημιούργησεν ὁ Θεός; Καὶ μὴν εἰρηκώς· «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου», ἔδειξε μετὰ τῆς γῆς δημιουργηθεῖσαν τῶν ὑδάτων τὴν φύσιν. καὶ περὶ τοῦ σαββάτου δὲ νομοθετῶν ὁ τῶν ὅλων Θεός, οὕτως ἔφη· «ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ σάββατον, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου. ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς». ὡς εἶναι δῆλον ὅτι πᾶν ὁτιοῦν ἐν τούτοις ὄν, ἢ ὁρατὸν ἢ ἀόρατον ἢ αἰσθητὸν ἢ νοητόν, πλὴν τῆς θείας οὐσίας, κτιστὴν ἔχει τὴν φύσιν. καὶ ὁ θειότατος δὲ Δαβὶδ εἰρηκώς· «μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν», ἐπήγαγε· «τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. VII Εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησε, πῶς αὐτὸς τὸ σκότος ἐποίησεν; ἐναντία γὰρ ταῦτα ἀλλήλοις Ἐναντία μὲν ἀλλήλοις, ἀλλ' ἀναγκαῖα τοῖς ἀνθρώποις ἀμφότερα. τὸ μὲν γὰρ πρὸς ἐργασίαν τε καὶ φιλοπονίαν συνεργεῖ τοῖς ἀνθρώποις, καὶ ὑπο-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
