# Quaestiones in Octateuchum 100

Theodoretus, Quaestiones in Octateuchum, Page 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/100

QUAESTIONES IN EXODUM I Πῶς νοητέον τὸ «χυδαῖοι ἐγένοντο»; Οὐχ ὥς τινες νενοήκασιν ὑβριστικῶς αὐτὸ τέθεικεν, ἀλλὰ τὸ πλῆθος δεδήλωκεν. οὕτως γάρ φησιν, ηὐξήθησαν, ὡς κατὰ πάσης ἐκείνης ἐκχεθῆναι τῆς γῆς. οὕτω καὶ οἱ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν. τοῦτο δὲ καὶ τὰ ἑξῆς δηλοῖ· «ἐπλήθυνε, γάρ φησιν, ἡ γῆ αὐτούς». καὶ μετ' ὀλίγα· «καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσοῦτον πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα». II Τί ἐστιν, «ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας»; Τοῦ Φαραὼ κελεύσαντος διαφθείρειν τὰ ἄρρενα, ἐκεῖναι δι' εὐλάβειαν ὑπουργῆσαι τῷ τῆς παιδοκτονίας οὐκ ἠνέσχοντο νόμῳ, οὗ δὴ χάριν αὐτὰς ὁ Θεὸς ἀμειβόμενος ἀφθονίαν αὐταῖς ἀγαθῶν ἐδωρήσατο.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
