# Quaestiones in Octateuchum 103

Theodoretus, Quaestiones in Octateuchum, Page 103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/103

VII Διὰ τί προσετάχθη ὁ Μωϋσῆς τὸ ὑπόδημα λῦσαι; Τινές φασιν, ἵνα τὰς βιωτικὰς ἀπορρίψῃ μερίμνας, τὰς τῷ θνητῷ βίῳ συνεζευγμένας· νεκρὰ γὰρ τῶν ὑποδημάτων τὰ δέρματα. τινὲς δέ, ἵνα γυμνοῖς, φησί, τοῖς ποσὶν ἁγιάσῃ τὴν γῆν. ἐγὼ δὲ οὐδέτερον τούτων προσίεμαι· πρῶτον μὲν γάρ, οὐδέπω οὔτε ἀρχιερεὺς οὔτε προφήτης ἐκεχειροτόνητο· ἔπειτα δὲ τοῦ Θεοῦ τὸν τόπον καθιερώσαντος, καὶ τούτου χάριν ἅγιον ὀνομάσαντος, περιττὸν οἶμαι λέγειν Μωϋσέα τοῖς ποσὶν ἁγιάσαι τὸν τόπον. δύο τοίνυν ἡγοῦμαι διὰ τούτου δηλοῦσθαι· πρῶτον μὲν γὰρ εὐλαβέστερον αὐτὸν τῷδε τῷ λόγῳ καθίστησιν, ὥστε μετὰ δέους τῶν προσταττομένων ἀκοῦσαι· ἔπειτα προπαιδεύεται, πῶς χρὴ τοὺς ἱερέας ἐν τῇ σκηνῇ λειτουργεῖν. γυμνοῖς γὰρ κἀκεῖνοι ποσὶ τὰς λειτουργίας ἐπετέλουν καὶ τὰς θυσίας. VIII Προειδὼς ὁ Θεὸς τοῦ Φαραὼ τὸ δυσπειθές, τί δήποτε μὴ ἐξ ἀρχῆς αὐτὸν ἐκόλασεν; Ὅτι προῄδει δεδήλωκεν· «οἶδα, γάρ φησιν, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς Αἰγύπτου, εἰ μὴ μετὰ χειρὸς κραταιᾶς. καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς αἰγυπτίους». ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ φιλάνθρωπος κολάζειν ἐκ μόνης προγνώσεως οὐκ ἀνέχεται· ἀλλ' ἀναμένει τῶν πραγμάτων τὸ τέλος καὶ δείκνυσιν ἅπασι τῆς τιμωρίας τὸ δίκαιον. ἄλλως τε καὶ πολλῷ δικαιότερον τὸ τὴν ἐκείνου γυμνωθῆναι πονηρίαν τοῦ τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
