# Quaestiones in Octateuchum 106

Theodoretus, Quaestiones in Octateuchum, Page 106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/106

καθάπερ ἐλάλησεν αὐτοῖς Κύριος». καὶ εὐθὺς ἐπάγει· «εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν». ἀμφότερα δὲ σημαίνει τὸ τῆς γνώμης αὐθαίρετον, καὶ τό, «κατίσχυσεν ἡ καρδία Φαραώ», καὶ τό, «βεβάρηται ἡ καρδία Φαραώ». βαρύνεται μὲν γὰρ καρδία ὑπὸ πονηρίας καθελκομένη. καὶ τοῦτο σαφῶς ἡμᾶς διδάσκει ὁ μακάριος Δαβίδ· «αἱ ἀνομίαι μου, γάρ φησιν, ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ». καὶ ὁ Ζακχαρίας τὴν ἀνομίαν ἐθεάσατο μολίβδου τάλαντον ἐν τῷ στόματι φέρουσαν. ἡ δέ γε ἀπονοίᾳ χρωμένη κατισχύειν λέγεται, ὡς ἀνθισταμένη τῷ δεσπότῃ Θεῷ, καὶ νικᾶν αὐτοῦ νεανιευομένη τὴν δύναμιν. ἡ γὰρ εὐσεβὴς ὑποτάττεται κατὰ τὴν προφητικὴν παραίνεσιν τὴν λέγουσαν, «ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν»· ἡ δέ γε ἀντίτυπος καὶ οἱονεὶ λιθίνη σκληρύνεται. ὅθεν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῶν ἰουδαίων ἔφη· «καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐξ αὐτῶν». διά τοι τοῦτο καὶ ὁ μακάριος Μωϋσῆς, τὴν ἐπινίκιον ᾄδων ᾠδὴν περὶ τοῦ Φαραὼ καὶ τῶν αἰγυπτίων εἴρηκε· «κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος». καὶ πάλιν· «ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ». ἐπειδὴ γὰρ ἐβάρυναν αὑτῶν τὴν καρδίαν, «ἔδυσαν ὡσεὶ μόλιβδος»· ἐπειδὴ δὲ καὶ ἐσκλήρυναν, «κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος». ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ὑφ' ἡμῶν αὐτῶν γίγνεται, μάρτυς ὁ θεῖος ἀπόστολος λέγων· «ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
