# Quaestiones in Octateuchum 107

Theodoretus, Quaestiones in Octateuchum, Page 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/107

ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». πρὸς δὲ τούτοις κἀκεῖνο σκοπητέον, ὡς εἰ φύσει πονηρὸς ἦν ὁ Φαραώ, οὐκ ἂν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε· νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον ὑπὸ δὲ τῆς μακροθυμίας σκληρυνόμενον. παιδευόμενος γὰρ ἠντιβόλει τὸν νομοθέτην, «προσεύξασθε περὶ ἐμοῦ» λέγων· καὶ πάλιν, «ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς». τῆς δὲ τιμωρίας παυομένης ἐβαρύνετο, καὶ ἐσκληρύνετο καὶ τοῖς προστάγμασι τοῖς θείοις ἀντέλεγε· καὶ τῆς μὲν κυνομυίας ἐπενεχθείσης, ἐν Αἰγύπτῳ θῦσαι προσέταξε τῷ Θεῷ· τοῦ θειοτάτου δὲ Μωϋσέως εἰρηκότος μὴ δύνασθαι τοῦτο δρᾶσαι διὰ τοὺς αἰγυπτίους· «τὰ γὰρ ὑπ' ἐκείνων, φησί, θεοποιούμενα θύσομεν καὶ καταλεύοντες ἡμᾶς ἀποκτενοῦσιν», ἐπέτρεψεν εἰς τὴν ἔρημον ἀπελθεῖν καὶ τὰς θυσίας ἐπιτελέσαι. ἐπὶ τούτοις τοῦ προφήτου προσευξαμένου καὶ τὴν κυνόμυιαν ἀποφήναντος φροῦδον, «ἐβάρυνε, φησί, τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τούτου τοῦ καιροῦ, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν». τοῦτο καὶ ἐπὶ τοῦ λοιμοῦ γεγένηται τῶν κτηνῶν· «εἶδε, φησί, Φαραώ, ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδὲ ἕν, καὶ ἐβαρύνθη ἡ καρδία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν»· ἐν τούτοις ἅπασι δείξας τὸ τῆς γνώμης αὐθαίρετον, καὶ διδάξας ὅπως αὐτοῖς ἐπηνέχθη τῶν φλυκταινῶν τὸ πάθος, καὶ ὅτι τοῖς φαρμακοῖς ἡ νόσος ἐπέσκηψε, «καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωϋσῆ διὰ τὰ ἕλκη». ᾐσχύνοντο γὰρ καθηλκωμένοι καὶ σφίσιν αὐτοῖς ἐπαμῦναι μὴ δυνάμενοι, ἐπήγαγε· «καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
