# Quaestiones in Octateuchum 11

Theodoretus, Quaestiones in Octateuchum, Page 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/11

δείκνυσι τὰ ὁρώμενα καὶ τὸν τούτων ποιητὴν ὑμνεῖσθαι παρασκευάζει. τὸ δὲ διαναπαύει καὶ νεουργεῖ τοὺς ἀνθρώπους καὶ τὸν ἐκ τῆς ἐργασίας ἐγγινόμενον διαλύει πόνον, καὶ τοὺς ἀνθρώπους μὲν οἴκαδε συναγείρει, τοῖς δέ γε θηρίοις ἄδειαν παρέχει νομῆς· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος διδάσκει Δαβίδ· «ἔθου, γάρ φησι, σκότος καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ. σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας». οὕτως ταῦτα εἰπὼν τὴν τοῦ ποιητοῦ θαυμάζει μεγαλουργίαν, καί φησιν· «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». ὅτι μὲν οὖν ἀναγκαῖον τὸ σκότος ἀκριβῶς μεμαθήκαμεν· ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ πρᾶγμα συμβεβηκός, καταμαθεῖν εὐπετές· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα· διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος. τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκε, καὶ δυόμενον ἀνίσχει, καὶ ἀπιὸν ἐπανέρχεται· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως ὁ οὐρανὸς καὶ ἡ γῆ, τὰ μέγιστα σώματα, οὐσίαι εἰσὶ διάφοροι· ἡ δὲ ἐκ τούτων ἀποτελουμένη σκιά, τοῦ φωτὸς οὐ παρόντος, ὀνομάζεται σκότος· εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος. τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέρωθεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως. εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος· οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν, ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ. σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
