# Quaestiones in Octateuchum 110

Theodoretus, Quaestiones in Octateuchum, Page 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/110

ρονομίῳ πρὸς τὸν Ἰσραὴλ ἔφη «καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε», καὶ τὰ ἑξῆς. καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόντων τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες—ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον—, ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώμῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικουμένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ, «ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ». ὅτι δὲ πάντοσε διέδραμε τῶν πεπραγμένων ἡ μνήμη, μαρτυρεῖ μὲν Ῥαὰβ ἡ πόρνη λέγουσα τοῖς κατασκόποις, ὅτι «ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ ὅπως κατεξήρανε Κύριος ὁ Θεὸς ὑμῶν τὴν ἐρυθρὰν θάλασσαν πρὸ προσώπου ὑμῶν». μαρτυροῦσι δὲ καὶ οἱ ἀλλόφυλοι πόρρωθεν τὴν κιβωτὸν θεασάμενοι, καὶ βοήσαντες· «οὐαὶ ἡμῖν ἀλλόφυλοι, οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον». XIII Διὰ τί δὲ συνεχώρησεν ταῦτα παθεῖν τὸν λαὸν ὁ Θεός; Ἵνα μὴ μόνον τοὺς αἰγυπτίους, ἀλλὰ καὶ τοὺς ἐκείνων μισήσωσι θεοὺς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
