# Quaestiones in Octateuchum 111

Theodoretus, Quaestiones in Octateuchum, Page 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/111

ὡς τοιαῦτα παρ' αὐτῶν πεπονθότες· καὶ ἵνα συντόμως ὑπακούσωσιν ἐξελθεῖν κελευόμενοι. εἰ γὰρ καὶ τούτων οὕτω γεγενημένων ἀνεμιμνῄσκοντο τῆς ἐν Αἰγύπτῳ τρυφῆς καὶ πολλάκις ἐπειράθησαν ἀναστρέψαι, τίς ἂν αὐτοὺς ἔπεισε καταλιπεῖν τὴν Αἴγυπτον μηδὲν παρ' αὐτῶν πεπονθότας δεινόν; XIV Διὰ τί ἠβουλήθη ὁ ἄγγελος ἀνελεῖν τὸν Μωϋσῆν; Ἡ γυνὴ μὲν ἐτόπασε διὰ τὸ θάτερον τῶν παιδίων μὴ περιτμηθῆναι κατὰ τὸν τῶν ἑβραίων νόμον· παραυτίκα γοῦν αὐτῷ τὴν περιτομὴν προσενήνοχε. τινὲς δέ φασιν, ἐπειδὴ πεμφθεὶς ἐπ' ἐλευθερίᾳ τῶν ὁμοφύλων κοινωνὸν εἶχε τῆς ὁδοῦ τὴν ὁμόζυγα. οὓς ἐχρῆν συνιδεῖν, ὅτι πεῖσαι τὸν κηδεστὴν βουλόμενος, ὡς οὐ καταφρονήσει τῆς γυναικὸς οὐδὲ ἑτέραν αὐτῆς προτιμήσει, λαβεῖν αὐτὴν ἠναγκάσθη, ἀλλ' οὐ καταφρονητικῶς διακονῶν τῷ θείῳ προστάγματι. αὐτίκα γοῦν λαβὼν τὴν ἀφορμὴν τοῦ ἀγγέλου, τὴν γυναῖκα πρὸς τοὺς οἰκείους ἀναστρέψαι προσέταξε. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἱστορία διδάσκει· μετὰ γὰρ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, διαβάντων αὐτῶν τὴν θάλασσαν, καὶ εἰς τὸ Σίναιον παραγενομένων ὄρος, ἀφίκετο σὺν τῇ γυναικὶ πρὸς αὐτὸν ὁ κηδεστής. λέγει δὲ οὕτως ἡ ἱστορία· «ἔλαβε δὲ Ἰοθὼρ ὁ γαμβρὸς Μωϋσῆ Σεπφώραν τὴν γυναῖκα Μωϋσῆ, μετὰ τὴν ἄφεσιν αὐτῆς, καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, καὶ ἦλθε πρὸς Μωϋσῆν εἰς τὴν ἔρημον». τοιγάρτοι ἄλλο τι κατασκευάζων ὁ ἄγγελος ἔδειξε τὴν ῥομφαίαν γυμνήν. ἐπειδὴ γὰρ ὁ μέγας Μωϋσῆς ἐδεδίει τὸν Φαραὼ καὶ πολλάκις τοῦτο τὸ δέος ἐδή-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
