# Quaestiones in Octateuchum 112

Theodoretus, Quaestiones in Octateuchum, Page 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/112

λωσε, νῦν μὲν λέγων, «τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου»; νῦν δέ, «προχείρισαι ἄλλον δυνάμενον ὃν ἐξαποστελεῖς». καὶ πάλιν, «ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι». ἀπειλεῖ αὐτῷ τιμωρίαν ὁ ἄγγελος, φόβῳ φόβον ἐξελαύνων, τῷ μείζονι τὸν ἐλάττονα· μονονουχὶ λέγων διὰ τῆς γεγυμνωμένης ῥομφαίας, εἰ τὸν Φαραὼ δέδοικας, μᾶλλον δεῖσον ἐμὲ τὸν καὶ ἀοράτως σοι τὴν πληγὴν ἐπενεγκεῖν δυνάμενον. XV Τί ἐστι, «τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς»; Διδάσκει πόσης αὐτὸν καὶ τιμῆς καὶ εὐμενείας ἠξίωσεν. ὃ γὰρ τοῖς πατριάρχαις οὐκ ἐδήλωσεν ὄνομα, τοῦτο αὐτῷ δῆλον ἐποίησεν· ἔφη γὰρ πρὸς αὐτόν, «ἐγώ εἰμι ὁ ὤν». τοῦτο δὲ παρ' ἑβραίοις ἄφραστον ὀνομάζεται· ἀπείρηται γὰρ αὐτοῖς τοῦτο διὰ τῆς γλώττης προφέρειν, γράφεται δὲ διὰ τῶν τεσσάρων στοιχείων· διὸ καὶ τετράγραμμον αὐτὸ λέγουσι. τοῦτο καὶ τῷ πετάλῳ ἐπεγέγραπτο τῷ χρυσῷ, ὃ τῷ μετώπῳ τοῦ ἀρχιερέως ἐπετίθετο τῇ ταινίᾳ τῆς κεφαλῆς προσδεσμούμενον. καλοῦσι δὲ αὐτὸ σαμαρεῖται μὲν Ἰαβέ, ἰουδαῖοι δὲ Ἰά. XVI Τί δήποτε τῆς τοῦ Ἀαρὼν γυναικός, οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν δῆλον ἡμῖν πεποίηκεν; Τῆς βασιλικῆς καὶ τῆς ἱερατικῆς φυλῆς τὴν ἐπιμιξίαν διδάσκει. ὁ γὰρ Ναασσῶν υἱὸς τοῦ Ἀμιναδάβ· ὁ δὲ Ἀμιναδὰβ τοῦ Ἀράμ· ὁ δὲ Ἀρὰμ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
