# Quaestiones in Octateuchum 120

Theodoretus, Quaestiones in Octateuchum, Page 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/120

ἄρτων τοὺς συνεληλυθότας διέθρεψε. καὶ ἡμῖν δὲ ὁ δεσπότης ἐκέλευσεν ἔχειν τὰς ὀσφύας περιεζωσμένας, καὶ τοὺς πόδας ὑποδεδεμένους, καὶ τοὺς λύχνους καιομένους, ὡς οἰκέτας δεσπότην προσμένοντας. ἀλλ' ἑβραίοι μὲν ὡς αἰγυπτίων ἀπαλλαττόμενοι, καὶ εἰς τὴν χαναναίαν γῆν εἰσαγόμενοι, τοῦτο εἶχον τὸ σχῆμα, ἡμεῖς δέ, ὡς ἐντεῦθεν εἰς ἕτερον μεθιστάμενοι βίον. διὰ τοῦτο καὶ ἡμῖν ὁ θεῖος παρακελεύεται Παῦλος βοῶν, «ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι». καὶ ἐπήγαγε· «καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός», καὶ προστέθεικεν· «ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας». ἄνωθεν δὲ προμεμήνυκε τὴν τῶν ἐθνῶν σωτηρίαν ὁ τῶν ὅλων Θεός. καὶ γὰρ τοὺς προσηλύτους μεταλαγχάνειν τοῦ Πάσχα προσέταξε· γειώραν γὰρ τὸν προσήλυτον προσηγόρευσε, καὶ ἰσονομίας αὐτῷ μετέδωκεν· «ἔσται, γάρ φησιν, ὡς ὁ αὐτόχθων τῆς γῆς». καὶ τὸ «ἐν οἰκίᾳ μιᾷ βρωθήσεται». φυλάττουσιν οἱ πιστοὶ ἐν μόνῃ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τῶν θείων μεταλαμβάνοντες μυστηρίων, τὰς δὲ τῶν αἱρετικῶν συναγωγὰς βδελυττόμενοι. τὰ μέντοι πρωτότοκα καὶ τῶν βοῶν καὶ τῶν προβάτων προσφέρεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τῆς τῶν πρωτοτόκων αὐτῶν σωτηρίας ἀναμιμνήσκων· οὐδὲ γὰρ αὐτὸς τῶν θυμάτων ἐδεῖτο, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν ἐπραγματεύετο. τοῦτο γὰρ καὶ αὐτὸς ὁ νόμος δηλοῖ· «ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· τί ἐστι τοῦτο; καὶ ἐρεῖς πρὸς αὐτόν, ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. ἡνίκα δὲ ἐσκλή-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
