# Quaestiones in Octateuchum 121

Theodoretus, Quaestiones in Octateuchum, Page 121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/121

ρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου ἀνθρώπου, ἕως πρωτοτόκων κτηνῶν. διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά· καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ἐξ Αἰγύπτου». τοιγάρτοι τούτων ἕκαστον οὐ τῆς τοῦ Θεοῦ χρείας ἕνεκεν, ἀλλὰ τῆς τοῦ λαοῦ ἐγίνετο ὠφελείας. XXV Τινές φασιν, εἰς δώδεκα διαιρέσεις διαιρεθῆναι τὴν θάλασσαν, καὶ ἑκάστην φυλὴν καθ' ἑαυτὴν διαβῆναι· καὶ τοῦτο νομίζουσι τὸν μακάριον εἰρηκέναι Δαβίδ, «τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις». Ἐγὼ δὲ διχῆ νομίζω τμηθῆναι τὸ πέλαγος· τοῦτο γὰρ καὶ ἡ θεία διδάσκει γραφή· «τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων». τὴν δὲ ὁδὸν εὐρεῖαν γενέσθαι, σύμμετρον τῷ πλήθει τῶν παριόντων· «ὡδήγησε, γάρ φησιν, αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ». τοῦτο δὲ τῆς ὁδοῦ τὴν εὐρυχωρίαν δηλοῖ. οὐδὲ ἐκεῖνος μέντοι ὁ λόγος τῷ τῆς εὐσεβείας λυμαίνεται λόγῳ. καὶ τοῦτο γὰρ κἀκεῖνο τῆς θείας ἔργον θαυματουργίας· χρὴ μέντοι ἀκολουθεῖν τῇ τῆς θείας γραφῆς ἀληθείᾳ. τῇ δὲ δι' ὕδατος πανωλεθρίᾳ τὸν Φαραὼ πανστρατιᾷ παραδέδωκεν ὁ δικαιότατος δικαστής, ἐπειδήπερ δι' ὕδατος ἀνεῖλε τῶν ἑβραίων τὰ βρέφη.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
