# Quaestiones in Octateuchum 122

Theodoretus, Quaestiones in Octateuchum, Page 122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/122

XXVI Ὁποῖον ἦν τὸ ξύλον τὸ γλυκᾶναν ἐν τῇ Μερρᾷ τὸ ὕδωρ; Περιττὸν καὶ ἀνόητον τὸ τὰ σεσιγημένα ζητεῖν. ἀρκεῖ δὲ ἡμῖν μαθεῖν, ὡς διὰ τοῦ ξύλου τὸ πικρὸν ὕδωρ εἰς γλυκεῖαν μετεβλήθη ποιότητα. καὶ τοῦτο γὰρ τὴν ἡμετέραν προδηλοῖ σωτηρίαν. τὸ γὰρ σωτήριον τοῦ σταυροῦ ξύλον τὴν πικρὰν τῶν ἐθνῶν ἐγλύκανε θάλατταν. XXVII Πῶς νοητέον τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον, «πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός»; Τύπος ἦν τῶν νέων τὰ παλαιά, καὶ σκιὰ μὲν ὁ νόμος Μωϋσέως, σῶμα δὲ ἡ χάρις. ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς ἑβραίους αἰγύπτιοι, διαβάντες δὲ τὴν ἐρυθρὰν θάλατταν οἱ ἑβραῖοι τῆς πικρᾶς τῶν αἰγυπτίων ἀπηλλάγησαν δεσποτείας· τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλαττα· ἡ δὲ νεφέλη, τοῦ πνεύματος· ὁ δὲ Μωϋσῆς, τοῦ σωτῆρος Χριστοῦ· τοῦ σταυροῦ δὲ, ἡ ῥάβδος· τοῦ διαβόλου, ὁ Φαραώ· τῶν δαιμόνων, οἱ αἰγύπτιοι· τὸ δὲ μάννα, τῆς θείας τροφῆς· τὸ δὲ τῆς πέτρας ὕδωρ, τοῦ σωτηρίου αἵματος. ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν ἐρυθρὰν θάλασσαν, καὶ τῆς ξένης τροφῆς, καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος· οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον βάπτισμα τῶν θείων μεταλαμβάνομεν μυστηρίων.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
