# Quaestiones in Octateuchum 124

Theodoretus, Quaestiones in Octateuchum, Page 124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/124

XXXI Διὰ τί τὸ καταλειφθὲν εἰς τὴν ὑστεραίαν τοῦ μάννα διεφθάρη; Ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύθερον βίον, ὑπέσχετο καθ' ἑκάστην αὐτοῖς ἡμέραν παρέχειν τὴν ἀναγκαίαν τροφήν· ἐκεῖνοι δὲ ἀπιστήσαντες, μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν· διὰ τοῦτο ἐπώζεσεν. ὅτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος μαρτυρεῖ τὸ σάββατον ἐν ᾧ ἀλώβητον διετηρήθη τὸ τῇ παρασκευῇ συλλεγέν· μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. XXXII Διὰ τί ἐν τοῖς σάββασιν οὐ παρέσχε τὸ μάννα; Ἐπειδὴ μόνοις αὐτοῖς τοῦ σαββάτου τὴν ἀργίαν ἐνομοθέτησεν, ἔργῳ αὐτοὺς ἐδίδαξε φυλάττειν τὴν ἐντολήν. τὸν δὲ τῆς φύσεως οὐκ ἐκώλυσε δρόμον. ἀνίσχει γὰρ ἥλιος καὶ σελήνη ὡσαύτως καὶ τὰ νέφη τὸν ὑετὸν ὠδίνει, καὶ ἄνεμοι πνέουσι, καὶ γυναῖκες τίκτουσι καὶ τῶν ἀλόγων τὰ γένη. XXXIII Ποίοις ὅπλοις ἐχρῶντο τῷ Ἀμαλὴκ πολεμοῦντες; Τῶν αἰγυπτίων ὑποβρυχίων γεγενημένων, ἐξεβράσθη αὐτῶν εἰς τὴν ἠϊόνα μετὰ τῶν ὅπλων τὰ σώματα· ταῦτα σκυλεύσαντες, ἐχρῶντο τούτοις ἐν τοῖς πολέμοις. XXXIV Διὰ τί τῶν Μωϋσέως χειρῶν ἐκτεταμένων ἐνίκα Ἰσραήλ, καθιεμένων δὲ ἡττᾶτο;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
