# Quaestiones in Octateuchum 127

Theodoretus, Quaestiones in Octateuchum, Page 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/127

οἱ δὲ τὴν Ἀρείου καὶ Εὐνομίου περικείμενοι λώβην, τὸν θεῖον νόμον ἄντικρυς παραβαίνουσιν, Θεὸν μὲν τὸν υἱὸν ὁμολογοῦντες, κτιστὸν δὲ ἀποκαλοῦντες καὶ τῆς θείας οὐσίας ἀλλότριον. τοῦ γὰρ Θεοῦ λέγοντος «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», οὗτοι ἕτερον Θεὸν ἐπεισάγουσιν. XXXVIII «Εἴδωλον καὶ ὁμοίωμα» ποίαν ἔχει διαφοράν; Τὸ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει· τὸ δὲ ὁμοίωμα, τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. ἐπειδὴ τοίνυν ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφάς, σφίγγας καὶ τρίτωνας καὶ κενταύρους· καὶ αἰγύπτιοι κυνοπροσώπους καὶ βουκεφάλους, εἴδωλα καλεῖ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου καὶ σελήνης, ἀστέρων, ἀνθρώπων, θηρίων, ἑρπετῶν, καὶ τῶν τούτοις παραπλησίων. τούτοις κελεύει μήτε προσκυνεῖν, μήτε λατρεύειν. οὐχ ἁπλῶς δὲ ἀπαγορεύει ἀμφότερα· ἀλλ' ἐπειδὴ συμβαίνει τινὰς προσκυνῆσαι μὲν διὰ φόβον ἀνθρώπινον, οὐ μὴν καὶ λατρεῦσαι κατὰ ψυχήν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβές. XXXIX Τὸ «Θεὸς ζηλωτὴς» τί ἐστιν; Ὁ νόμος τάξιν ἐπέχει ἀνδρός, ὁ δὲ λαὸς γυναικός. καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ δεσπότης Θεὸς διὰ μὲν Ἠσαΐου λέγων· «ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν»; διὰ δὲ Ἱερεμίου· «καθὼς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰς-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
