# Quaestiones in Octateuchum 129

Theodoretus, Quaestiones in Octateuchum, Page 129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/129

νεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν». ἀγάπης τοίνυν ὁ ζῆλος δηλωτικός. XL Πῶς τὸ δίκαιον σώζεται, τῶν παίδων ὑπὲρ τῶν πατέρων κολαζομένων; Μείζους αἱ ἀπειλαὶ τῶν κολάσεων παρὰ τῷ δεσπότῃ Θεῷ. καὶ τοῦτο ῥᾴδιον μαθεῖν παρὰ τῆς θείας γραφῆς· «πᾶς, γάρ φησιν, ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται». ἀλλ' ἔστιν εὑρεῖν τοὺς μὲν περιτετμημένους ἐν τῇ ἐρήμῳ διαφόρως ἀναιρεθέντας· τοὺς δὲ ἀπεριτμήτους μεμενηκότας τῆς τῶν προγόνων ἐπαγγελίας τετυχηκότας· τούτους γὰρ ἐν Γαλγάλοις Ἰησοῦς περιέτεμεν, οὕτω ταῖς ἐχούσαις ζύμην οἰκίαις πανωλεθρίαν ἠπείλησεν· ἀλλ' οὐκ ἐπήγαγε τὴν τιμωρίαν κατὰ τὴν ἀπειλήν. καὶ ἐνταῦθα τοίνυν, ὡς φιλόπαιδας καὶ φιλοπαιδίας πεφροντικότας δεδίττεται ταῖς ἀπειλαῖς, καί φησιν· «ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με». ὅτι γὰρ γυμνῷ προσέχειν τῷ γράμματι δυσσεβὲς αὐτὸς ὁ Θεὸς διδάσκει τἀναντία νομοθετῶν· «οὐκ ἀποθανοῦνται, γάρ φησι, παῖδες ὑπὲρ πατέρων, οὐδὲ πατέρες ὑπὲρ παίδων· ἀλλ' ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται». καὶ διὰ τοῦ προφήτου Ἰεζεκιήλ φησι· «τίς ὑμῖν ἡ παραβολὴ αὕτη λεγόντων· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἠμωδίασαν; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη, ἀλλὰ τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες· ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι». καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
