# Quaestiones in Octateuchum 13

Theodoretus, Quaestiones in Octateuchum, Page 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/13

ἀκουσάτω τοῦ μακαρίου Δαβὶδ λέγοντος περὶ τοῦ Θεοῦ τῶν ὅλων· «πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα». ὅτι δὲ τὸν ἄνεμον οὕτως ἐκάλεσε, δῆλόν ἐστι κἂν μὴ λέγω· Εὔρου γὰρ ἢ Νότου πνέοντος, τὸ πεπηγὸς ὕδωρ διαλύεσθαι πέφυκεν. IX Τίνι λέγει ὁ Θεός· «γενηθήτω φῶς» καί, «γενηθήτω στερέωμα»; Οὐκ ἄλλῳ τινὶ κελεύει δημιουργεῖν, ἀλλὰ τὰ μὴ ὄντα καλεῖ· ἐνταῦθα δὲ πρόσταγμα τὸ βούλημα· «πάντα, γάρ φησιν, ὅσα ἠθέλησεν ὁ Θεὸς ἐποίησεν». εἰ δὲ καὶ φωνῇ τινι δημιουργῶν ἐχρήσατο, δῆλον ὡς οὐ τῶν ἀψύχων ἕνεκα στοιχείων, ἀλλὰ τῶν ἀοράτων χάριν δυνάμεων· ἵνα γνῶσιν ὡς αὐτοῦ κελεύοντος τὰ μὴ ὄντα συνίσταται. X Διὰ τί τέθεικεν ὁ συγγραφεὺς τό· «εἶδεν ὁ Θεὸς ὅτι καλόν»; Ἵνα πείσῃ τοὺς ἀχαρίστους μὴ ψέγειν ἅπερ ἡ θεία ψῆφος ὀνομάζει καλά. XI Εἷς οὐρανὸς ἢ δύο εἰσίν; Τῆς θείας διδασκούσης γραφῆς, ὡς «ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶτα μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐν τῇ δευτέρᾳ λεγούσης ἡμέρᾳ τὸ στερέωμα γεγενῆσθαι, πολλὴν ἡ ἐρώτησις τῶν πυνθανομένων ἐμφαίνει τὴν ἄνοιαν. ἔδει γὰρ καὶ ἐκ τοῦ καιροῦ καὶ μέντοι καὶ ἐκ τοῦ τρόπου τῆς δημιουργίας τὸ διάφορον γνῶναι· ὁ μὲν γὰρ πρὸ τοῦ φωτός, ὁ δὲ μετὰ τὸ φῶς· καὶ ὁ μὲν οὐκ ἔκ τινος· ὁ δὲ ἐξ ὑδάτων·

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
