# Quaestiones in Octateuchum 130

Theodoretus, Quaestiones in Octateuchum, Page 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/130

ἐγὼ δὲ οἶμαι μᾶλλον τὴν θείαν φιλανθρωπίαν ἐμφαίνειν τὴν ἀπειλήν. πρόσκειται γάρ· «τοῖς μισοῦσί με», τουτέστι, μακροθυμῶ τοῖς πατράσιν ἡμαρτηκόσι· μακροθυμῶ καὶ παισίν. εἰ δὲ οἱ ἔκγονοι καὶ οἱ ἀπόγονοι, τὴν τῶν πατέρων καὶ προγόνων ζηλώσαιεν πονηρίαν, ἐπάξω τὴν τιμωρίαν· ἡ δὲ τῶν προγόνων εὐσέβεια μέχρι πολλοῦ τῷ γένει προξενήσει τὴν σωτηρίαν· «ποιῶν, γάρ φησιν, ἔλεον εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάττουσι τὰ προστάγματά μου». εὕροι δ' ἄν τις κἂν τῇ ἱστορίᾳ τὴν τῶν θείων λογίων ἀλήθειαν. «πέμπτῃ γὰρ γενεᾷ, φησίν, ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου». ἀλλὰ τοῖς τῶν αἰγυπτίων ἐν Αἰγύπτῳ δεδουλευκότες θεοῖς, οὐκ ἔτισαν δίκας οὔτε οἱ πατέρες αὐτῶν, οὔτε οἱ προπάτορες αὐτῶν· αὐτοὶ δὲ ζηλώσαντες τὴν ἐκείνων ἀσέβειαν ἐκολάσθησαν· ὡς μετὰ τοσαύτην εὐεργεσίαν, καὶ τὰ μυρία θαύματα τὴν ἀσέβειαν οὐκ ἐκπτύσαντες, οἱ δὲ τούτων παῖδες, τὸν σωτῆρα Θεὸν ἠγαπηκότες, τῆς προγονικῆς ἀπήλαυσαν ὑποσχέσεως. καὶ ὁρῶμεν τὸ ἀψευδὲς τῆς πρὸς τοὺς πατριάρχας γεγενημένης ἐπαγγελίας· τὰ γὰρ ἔθνη διὰ τοῦ σπέρματος Ἀβραὰμ τῆς εὐλογίας τετύχηκεν, ἐπειδὴ τοίνυν τὸν μόσχον ἤμελλον προσκυνεῖν, τὴν τιμωρίαν προσαπειλεῖ. XLI Τί ἐστιν· «οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ»; Τινές φασιν ἀπαγορεύειν τὸ ἐπιθεῖναι τοῖς ματαίοις, τουτέστι τοῖς εἰδώλοις, τὴν τοῦ Θεοῦ προσηγορίαν· τινὲς δὲ τὸ ὀμωμοκότα ψεύσασθαι. ἐγὼ δὲ οἶμαι, τὸν θεῖον παρακελεύεσθαι νόμον, δίχα διδασκαλίας, ἢ προ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
