# Quaestiones in Octateuchum 132

Theodoretus, Quaestiones in Octateuchum, Page 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/132

XLIV Τί ἐστιν· «ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτὸ καὶ μεμίανται»; Ὅτι σιδήρῳ ἐχρῶντο, καὶ οἱ τὰ ξύλα τῆς σκηνῆς τεκτηνάμενοι, καὶ οἱ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν ἐργασάμενοι, οὐδένα ἀντερεῖν οἶμαι. ὅτι δὲ καὶ οἱ ἱερεῖς ταῖς μαχαίραις ἱέρευον τὰς θυσίας καὶ ἀπέδερον καὶ ἔτεμνον, ἀναμφίλεκτον εἶναι οἶμαι καὶ τοῦτο. ζητητέον τοίνυν, πῶς ταῦτα μὲν ὁ σίδηρος οὐκ ἐμίαινε, τοὺς δὲ τμητοὺς ἐμίαινε λίθους. τοιγάρτοι δῆλόν ἐστιν ὡς ἄλλα δι' ἄλλων κατασκευάζει. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα διετέλεσαν ἔτη, συνεχῶς ἀπαίροντες, καὶ τοὺς τόπους ἀμείβοντες, ἀπαγορεύει ἐκ λίθων εἰργασμένων οἰκοδομεῖσθαι θυσιαστήρια, ἵνα μὴ τούτων τὴν γῆν τὴν ἐπηγγελμένην ἀπειληφότων, ἐν τοῖς θυσιαστηρίοις τούτοις, οἱ πλησιόχωροι τὰς τῶν δαιμόνων θυσίας ἐπιτελέσωσι. διὰ τοῦτο προσέταξεν, ἢ ἐκ γῆς, ἢ ἐξ αὐτοφυῶν λίθων ταῦτα κατασκευάζεσθαι· ἐπειδήπερ ἑκάτερον εὐδιάλυτον. ὅτι δὲ μετὰ τὴν τοῦ ναοῦ κατασκευὴν οὐκ ἐξῆν ἐν ἑτέρῳ θύειν, αὐτὸς ὁ νόμος διδάσκει. εἰ δὲ θύειν ἔξω τοῦ ναοῦ ὁ νόμος ἀπεῖργε, καὶ τὸ θυσιαστήριον οἰκοδομεῖν ὡσαύτως ἐκώλυσεν· αὐτίκα γοῦν εἰς ἔλεγχον τῶν ἀσεβούντων, Ἠλίας ὁ πάνυ προσενεγκεῖν ἐν τῷ Καρμήλῳ θυσίαν ἀναγκασθείς, ἰσαρίθμους τῶν φυλῶν αὐτοφυεῖς συνέθηκε λίθους, καὶ ἐπὶ τούτων τὴν θυσίαν προσήνεγκεν, ὥστε τὴν οἰκοδομίαν εὐθὺς διαλυθῆναι, καὶ μηδένα ἕτερον ἐν ἐκείνῳ τῷ χωρίῳ θυσίαν προσενεγκεῖν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
