# Quaestiones in Octateuchum 134

Theodoretus, Quaestiones in Octateuchum, Page 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/134

τι τοιοῦτο δρῶντας παρασκευάζει δεδιέναι καὶ τρέμειν, ἵνα μὴ παρὰ γνώμην τινὰ τῶν πελαζόντων ἢ πόρρωθεν ὄντων πημαίνωσι. χαλινοῖ δὲ καὶ τὸν τῶν συγγενῶν τοῦ πεφονευμένου θυμὸν τῇ τοῦ πεφονευκότος φυγῇ. XLVIII Τί ἐστιν «ἐξεικονισμένον»; Φασὶ τοῦ σώματος ἐν τῇ μήτρᾳ τελείου διαπλασθέντος, τότε ψυχοῦσθαι τὸ ἔμβρυον. καὶ γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα πρότερον ὁ ποιητὴς διαπλάσας, οὕτως ἐνεφύσησε τὴν ψυχήν. κελεύει τοίνυν ὁ νομοθέτης, γυναικὸς ἐγκύμονος ἀμβλωσάσης ἐν μάχῃ, εἰ μὲν ἐξεικονισμένον ἐξέλθοι τὸ βρέφος, τουτέστι μεμορφωμένον, φόνον τὸ πράγμα καλεῖσθαι, καὶ τὴν ἴσην ὑπέχειν τιμωρίαν τὸν δεδρακότα· εἰ δὲ μὴ ἐξέλθοι μεμορφωμένον, μὴ λογίζεσθαι φόνον, ἐπειδήπερ οὐδέπω ψυχωθὲν ἐξημβλώθη· ἀλλὰ ζημίαν τίνειν τὸν αἴτιον. XLIX Διὰ τί τὸν κερατιστὴν ταῦρον ἀναιρεῖσθαι κελεύει; Καὶ διὰ τῶν ἀλόγων παιδεύων τοὺς λογικοὺς ἡλίκον ὁ φόνος κακόν. L Διὰ τί ὁ μόσχον κεκλοφὼς πενταπλάσια ἐκτίνειν ἐκελεύσθη, ὁ δὲ πρόβατον τετραπλάσια; Ὅτι τὰ μείζονα τῶν ἁμαρτημάτων μειζόνων ἄξια τιμημάτων· οὕτω καὶ ὁ Κύριος ἐδίδαξεν· «ᾧ μέν, γάρ φησι, πολὺ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
