# Quaestiones in Octateuchum 136

Theodoretus, Quaestiones in Octateuchum, Page 136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/136

οἰκίαν, καὶ τὸ ὑποζύγιον πεπτωκὸς ἀνιστᾶν καὶ ταῖς τοιαύταις εὐεργεσίαις τὰς καταλλαγὰς μηχανᾶσθαι. διδάσκει δὲ διὰ τούτων, ὡς εἷς παλαιᾶς καὶ καινῆς διαθήκης νομοθέτης, καὶ ὁ τοῦτον δεδωκὼς τὸν νόμον καὶ τὸν εὐαγγελικὸν ἐδωρήσατο. LIII Τί ἐστιν· «οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός»; Ἀπιὼν προσκυνῆσαι τῷ δεσπότῃ Θεῷ, τὰ δυνατά σοι πρόσφερε δῶρα. ἡμᾶς δὲ ὁ λόγος διδάσκει εἰ μὲν χρήματα ἔχοιμεν, μετὰ τῆς τῶν πενήτων θεραπείας προσεύχεσθαι τῷ Θεῷ· εἰ δὲ τὸν ἀκτήμονα προαιρούμεθα βίον, μὴ κενὴν ἔχειν τῶν ἀγαθῶν τὴν ψυχήν, ἀλλ' ἔχουσαν τὸν πλοῦτον τῆς ἀρετῆς. LIV Ποία ἐστὶν ἑορτὴ ἡ τοῦ θερισμοῦ τῶν πρωτογενημάτων, καὶ ποία ἑορτὴ τῆς συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ; Ἑορτὴν τῶν πρωτογενημάτων τὴν Πεντηκοστὴν καλεῖ· ἑορτὴν δὲ συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, τὴν τῆς Σκηνοπηγίας. καὶ τοῦτο διδάσκων ἐπήγαγε· «τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου», τουτέστι τῇ ἑορτῇ τοῦ Πάσχα καὶ τῇ Πεντηκοστῇ καὶ τῇ Σκηνοπηγίᾳ. ἀναμιμνήσκει δὲ τὸ μὲν Πάσχα, τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου καὶ τῆς παρασχεθείσης ἐλευθερίας· ἡ δὲ Πεντηκοστὴ τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου. ἐκεῖ γὰρ σπείροντες τὰς ἀπαρχὰς τῶν γενημάτων προσέφερον. ἐν γὰρ τῇ ἐρήμῳ τὸν ἄσπορον καὶ ἀνήροτον ἤσθιον ἄρτον.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
