# Quaestiones in Octateuchum 138

Theodoretus, Quaestiones in Octateuchum, Page 138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/138

αὐτῆς. καὶ αὐτοῖς δὲ παρεκελεύσατο στρουθῶν εὑρηκόσι νεοττίαν μὴ συνθηρεύειν τοῖς νεοττοῖς τὴν μητέρα· τοῦτο γάρ ἐστιν ἐξαλεῖψαι τῶν ὀρνέων τὸ γένος. LVII Πῶς νοητέον, «τὸν ἀριθμὸν τῶν ἡμέρων σου ἀναπληρώσω»; Τὴν ὡρισμένην φησὶ τοῖς ἀνθρώποις ζωήν· τουτέστιν εἰς γῆρας μακρὸν ἐλθεῖν σε παρασκευάσω. LVIII Τί ἐστιν, «ἀποστελῶ τὰς σφηκίας προτέρας σου»; Ὣς τοῖς αἰγυπτίοις βατράχους καὶ σκνῖπας καὶ κυνόμυιαν ἔπεμψεν, οὕτω τοῖς χαναναίοις καὶ τοῖς ἄλλοις ἔθνεσι τὰς σφηκίας. τοῦτο δὲ δηλοῖ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ Θεοῦ· ὅτι καὶ διὰ τῶν σμικρῶν ζῳυφίων, καὶ τοῖς οἰκείοις ἐπικουρεῖ, καὶ τοῖς ἐναντίοις ἐπάγει τὸν ὄλεθρον. τοῦτο καὶ διὰ τοῦ μακαρίου λέγει Δαβίδ· «Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα»· ἀντὶ τοῦ, εὐπετῶς ἂν μάλα καὶ ῥᾳδίως τοὺς πολεμοῦντας αὐτοὺς ἐξωλόθρευσα. LIX Πῶς ἐπαγγειλάμενος ὁ Θεὸς μέχρι τοῦ Ἐυφράτου ποταμοῦ παραδώσειν αὐτοῖς τὴν γῆν, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; Διὰ Ἱερεμίου τοῦ προφήτου τοῦτο σαφέστερον πεποίηκεν ὁ Θεός· «πέρας, γάρ φησι, λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
