# Quaestiones in Octateuchum 139

Theodoretus, Quaestiones in Octateuchum, Page 139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/139

τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν· καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρά, οὐ μὴ ἐπαγάγω ἐπ' αὐτῷ πάντα τὰ ἀγαθὰ ὅσα ἐλάλησα», καὶ τὰ ἑξῆς. εἰσήγαγε τοίνυν αὐτοὺς ὁ Θεὸς εἰς ἣν ἐπηγγείλατο γῆν. ἐπειδὴ δὲ φυλάξαι τὸν θεῖον οὐκ ἠβουλήθησαν νόμον, οὐ πᾶσαν αὐτοῖς παρέδωκεν, ἀλλ' εἴασέ τινας διηνεκῶς αὐτοῖς πολεμοῦντας, ἵνα πολεμούμενοι τὴν θείαν αἰτῶσι βοήθειαν. καὶ τοῦτο διαφερόντως ἡ τῶν κριτῶν ἱστορία διδάσκει. Δαβὶδ μέντοι τῷ βασιλεῖ καὶ τούτους ὑπέταξε. καὶ γὰρ οἱ ἀλλόφυλοι φόρους ἐδίδοσαν· καὶ Συρία Δαμασκοῦ, καὶ Συρία Σουβᾶ. καὶ Σολομῶν δέ, ἕως ηὐσέβει, ταύτην εἶχε τὴν δυναστείαν· ἀποκλίνας δὲ εἰς ἀσέβειαν, τῆς ἐξουσίας ἐξέπεσε. καὶ τούτοις δὲ δώσειν ἐπηγγείλατο, τὰς ἐντολὰς καὶ τὸν νόμον φυλάττουσιν. LX Τὴν σκηνὴν τί δήποτε προσέταξεν ὁ Θεὸς γενέσθαι; Αὐτὸς ὁ δεσπότης Θεὸς τὴν αἰτίαν δεδήλωκεν· ἔφη δὲ οὕτω· «καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀθφήσομαι ἐν ὑμῖν. καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς». ἐπειδὴ γὰρ ἐν τῷ Σινᾶ ὄρει τὸν νόμον ἐδεδώκει—εἰκὸς δὲ ἦν τινας ὑποτοπῆσαι περιγεγράφθαι τὸ θεῖον—ἐκέλευσε γενέσθαι σκηνήν· ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγγελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶντες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
