# Quaestiones in Octateuchum 14

Theodoretus, Quaestiones in Octateuchum, Page 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/14

»γενηθήτω, γάρ φησι, στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος». εἶτα εἰπὼν ὡς ὁ λόγος ἔργον ἐγένετο· τοῦτο γὰρ δήλοι τὸ «καὶ ἐγένετο οὕτως». διδάσκει καὶ πῶς ἐγένετο· «ἐποίησε, γάρ φησιν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν». ὁ δὲ πρότερος οὐρανὸς οὐκ ἐκλήθη στερέωμα, ἀλλ' οὐρανὸς ἐξ ἀρχῆς ὠνομάσθη· οὗτος γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος τὴν προσηγορίαν ἐδέξατο, ἐπειδὴ γὰρ ἐκ τῆς ῥοώδους τῶν ὑδάτων οὐσίας συνέστη, καὶ ἡ ῥυτὴ φύσις στεγανωτάτη γέγονε καὶ στερέμνιος προσηγορεύθη στερέωμα. εἶτα ὡς ἄνωθεν ἐπικείμενος, καὶ τοῦ προτέρου οὐρανοῦ τὴν χρείαν ἡμῖν πληρῶν, οὐρανὸς προσωνομάσθη. διχῆ δὲ διεῖλε τῶν ὑδάτων τὴν φύσιν ὁ τῶν ὅλων Θεός· καὶ τὰ μὲν ἄνωθεν ἐπιτέθεικε τῷ στερεώματι, τὰ δὲ κάτω καταλέλοιπεν ἵνα τὰ μὲν ἄνωθεν ἐπικείμενα τῇ τε ὑγρότητι καὶ ψυχρότητι μὴ συγχωρῇ τῷ πυρὶ τῶν φωστήρων λωβᾶσθαι τὸ στερέωμα, τὰ δὲ κάτω μεμενηκότα διατρέφῃ τοῖς ἀτμοῖς τὸν ἀέρα διαυαινόμενον καὶ ξηραινόμενον ὑπὸ τοῦ ἄνωθεν ἐπικειμένου πυρός. τοιγαροῦν καὶ ὁ τῷ δευτέρῳ διαπιστῶν οὐρανῷ ἔξω βαίνει τῆς εὐθείας ὁδοῦ· καὶ ὁ πλείους πειρώμενος ἀριθμεῖν μύθοις ἕπεται, τῆς τοῦ θείου πνεύματος διδασκαλίας καταφρονῶν. πληθυντικῶς δὲ θεία γραφὴ τοὺς οὐρανοὺς ὀνομάζει λέγουσα «οἱ οὐρανοὶ τῶν οὐρανῶν», ἐπειδὴ τῶν ἑβραίων ἡ γλῶττα οὔτε

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
