# Quaestiones in Octateuchum 140

Theodoretus, Quaestiones in Octateuchum, Page 140. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/140

καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην· ἵνα καὶ τὰς προσευχὰς καὶ τὰς ἱερουργίας ἐν ταύτῃ προσφέρωσι. καὶ ταῦτα δὲ τῆς αὐτῶν ἕνεκα γεγένηται χρείας. ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν· «ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν»· καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευάσαντες, ἐβόων χορεύοντες· «οὗτοι οἱ θεοί σου Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου». τὴν σκηνὴν ταύτην γενέσθαι προσέταξεν ὁ Θεὸς καὶ ἀπαιρόντων ἡγεῖσθαι νενομοθέτηκε, καὶ αὐλιζομένων ἵστασθαι· ὥστε καὶ τοὺς ἱερέας ἐν αὐτῇ τὰς θυσίας ἐπιτελεῖν· εἶχε δὲ αὐτὴ τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεός, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισε τὰ ὑπερῷα τῶν κάτω· οὕτω μίαν μὲν γενέσθαι προσέταξε τὴν σκηνήν, τριάκοντα μὲν πήχεων τὸ μῆκος, δέκα δὲ τὸ εὖρος ἔχουσαν· ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας, ἐν τύπῳ τοῦ στερεώματος διχῇ διεῖλεν αὐτὴν καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὸ δὲ τοῦ παραπετάσματος ἔνδον, ἅγια ἁγίων ὠνόμασε καὶ ὥσπερ λέγει Δαβὶδ «ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων». οὕτως ἔξω μὲν τοῦ καταπετάσματος εἰσιτητὸς ἦν τοῖς ἱερεῦσι· τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα καὶ ἀνάκτορα. τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νόμος ἦν εἰσιέναι. ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβὶμ εἰκάσματα, τύπον τῶν ἀσωμάτων δυνάμεων ἔχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλάκας ἔχουσα τοῦ νόμου, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν. ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, ταῖς πτέρυξι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
