# Quaestiones in Octateuchum 141

Theodoretus, Quaestiones in Octateuchum, Page 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/141

τῶν χερουβὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὅλων Θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος, ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν δὲ ἱερωσύνην ἡ ῥάβδος, τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφὴν καὶ τὸν ἀχειροποίητον ἄρτον· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. ὥσπερ γὰρ «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται», οὕτω διὰ τούτων ὁ μεγαλόδωρος ἐγνωρίζετο. τὰ μὲν οὖν ἔνδον τῆς σκηνῆς τῶν ἐπουρανίων εἶχε τὸν τύπον, διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο. καὶ ὅτι τοῦτο ἀληθές, μάρτυς ὁ θεῖος ἀπόστολος οὑτωσὶ λέγων· «οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν· ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν». καὶ πάλιν περὶ τῆς θείας ἐλπίδος διαλεγόμενος καὶ ταῦτα προστέθεικεν· «ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς γενόμενος ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ». οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπετάσματος τὴν τῶν ἐπουρανίων εἶχεν εἰκόνα· τὰ δὲ ἐκτὸς τῶν ἐπιγείων· διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς ἦν βατά. εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικειμένους. ἐδήλουν δὲ οὗτοι τῶν ἡμέρων τῆς ἑβδομάδος τὸν ἀριθμόν. τράπεζαν δὲ ἐν τῷ βορείῳ χρυσῆν, ἐφ' ἧς ἄρτους προκεῖσθαι προσέταξε δυοκαίδεκα, καὶ φιάλας χρυσᾶς, πλήρεις λιβανωτοῦ καὶ ἁλῶν. ἐν δὲ τῷ μέσῳ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
