# Quaestiones in Octateuchum 146

Theodoretus, Quaestiones in Octateuchum, Page 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/146

LXII Τί ἐστιν, «εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστι Κυρίῳ; Διὰ τῶν ἀνθρωπίνων τὰ θεῖα διδάσκει. ἐπειδὴ γὰρ ἡμεῖς ταῖς εὐοσμίαις τερπόμεθα, τὴν κατὰ νόμον γενομένην ἱερουργίαν, ὀσμὴν εὐωδίας ὠνόμασεν· ὅτι γὰρ οὐ δεῖ γυμνῷ προσέχειν τῷ γράμματι, καὶ ἡ τοῦ Θεοῦ φύσις διδάσκει, ἀσώματος γάρ· καὶ ἡ δυσοσμία τῶν καιομένων ὀστῶν, τί γὰρ ἐκείνων ἐστὶ δυσωδέστερον; οἱ μέντοι ἄλλοι ἑρμηνευταὶ «εὐαρεστήσεως» ἀντὶ εὐωδίας τεθείκασιν. LXIII Τίνος χάριν ἐξ ἑκάστης θυσίας ὑπὲρ σωτηρίας προσφερομένης, τὸν ἱερέα λαμβάνειν τὸν βραχίονα τὸν δεξιὸν καὶ τὸ στηθύνιον διηγόρευσεν; Διὰ τοῦ στηθυνίου τὸ λογικὸν καὶ τὸ θεωρητικὸν ἀπαιτεῖ τὸν ἱερέα· κάλυμμα γὰρ τὸ στηθύνιον τῆς καρδίας. διὰ δὲ τοῦ δεξιοῦ βραχίονος, τὴν πρᾶξιν τὴν δεξιάν. οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ δεῖται τῶν ἔργων εἰς τελειότητα. LXIV Τί ἐστι τὸ εἵν; Μέτρον ἑβραϊκὸν οἴνου καὶ ἐλαίου. δέχεται δὲ ὥς φησιν Ἰώσηπος δύο χόας ἀττικούς. πιστευτέον δὲ ἐν τούτοις αὐτῷ, ἀκριβῶς τοῦ ἔθνους τὰ μέτρα ἐπισταμένῳ. LXV Περὶ τῶν σαββάτων νομοθετῶν ἔφη· «ἔστι γὰρ σημεῖον ἐμοὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
