# Quaestiones in Octateuchum 149

Theodoretus, Quaestiones in Octateuchum, Page 149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/149

ὅλων Θεὸς ἀνεβάλετο τὴν τιμωρίαν. προστέθεικε δέ, «ᾗ δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς πᾶσαν τὴν ἁμαρτίαν αὐτῶν». ἔοικε δὲ τοῦτο τοῖς ὑπὸ τοῦ ἀποστόλου εἰρημένοις· «ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητα σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». ὁ μέντοι νομοθέτης ἀκούσας, ὡς οὐκ ἀνέξεται συνεῖναι αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διὰ τὸ σκληρὸν αὐτῶν καὶ ἀντίτυπον, ἀλλ' ἄγγελον αὐτοῖς ἐπιστήσει, ᾔτησε μὲν γνῶναι, τίς ὁ τὴν κηδεμονίαν αὐτῶν πιστευθείς· ἠντιβόλησε δὲ μὴ δοῦναι αὐτοῖς ὁμόδουλον ἡγεμόνα, ἀλλ' αὐτὸν αὐτῶν ἡγήσασθαι τὸν δεσπότην. ἐπειδὴ δὲ καὶ ταύτην ὑπέσχετο δώσειν αὐτῷ τὴν χάριν ὁ ἀγαθὸς Θεός, ἔρωτι μεθύων ἐπαινουμένῳ, τῶν ὑπὲρ ἄνθρωπον ἠράσθη, καὶ τὴν ἀθέατον φύσιν ἰδεῖν ἐπεθύμησεν· ἀλλὰ μεμάθηκεν, ὡς ἐκείνην ἰδεῖν τὴν οὐσίαν ἀδύνατον. «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε», κατὰ τὴν τοῦ Κυρίου φωνήν, τὰς δὲ θείας οἰκονομίας τε καὶ ἐνεργείας. οὕτω γὰρ προσήκει νοεῖν τοῦ Θεοῦ τὰ ὀπίσθια· θεωρῆσαι δυνατὸν τοῖς κατὰ Μωϋσέα τελείοις τὴν ἀρετήν· καὶ οὐδὲ τούτοις ὡς ἔτυχεν, ἀλλ' εἰς τὴν πέτραν ὑπ' αὐτοῦ τοῦ Θεοῦ τεθειμένοις. σημαίνει δὲ αὕτη τῆς πίστεως τὸ στερρὸν καὶ ἀκράδαντον· καὶ διὰ τῆς ὀπῆς τῆς πέτρας, δηλοῖ δὲ αὕτη τὸν τῆς πίστεως ὀφθαλμὸν θεωροῦντα τὰ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἀνέφικτα καὶ ἀθέατα. LXIX Τί σημαίνει τὸ κάλυμμα τὸ ἐπιτεθὲν τῷ προσώπῳ τοῦ νομοθέτου;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
