# Quaestiones in Octateuchum 150

Theodoretus, Quaestiones in Octateuchum, Page 150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/150

Ἔχομεν τοῦ ἀποστόλου τὴν ἑρμηνείαν· «μέχρι, γάρ φησι, τῆς σήμερον, ἡνίκα ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα». ὥσπερ γὰρ τότε θείας ἐνεπλήσθη δόξης τοῦ νομοθέτου τὸ πρόσωπον καὶ σέλας ἐκεῖθεν ὑπὲρ ἀστραπὴν ἐκπεμπόμενον, ἀντιβλέπειν οὐκ εἴα τοὺς ἐντυγχάνοντας, ἀλλ' ἢ ἑτέρωσε τὰ πρόσωπα τρέπειν ἢ τοὺς ὀφθαλμοὺς μύειν ἠνάγκαζε. καὶ τούτου χάριν ἐχρῆτο τῷ προκαλύμματι τῷ λαῷ διαλεγόμενος· πρὸς δὲ τὸν Θεὸν ἐπιστρέφων, γυμνὸν εἶχε τὸ πρόσωπον· οὕτως ἰουδαῖοι τῷ τοῦ νόμου προσέχοντες γράμματι, τὴν μὲν δόξαν οὐχ ὁρῶσι, μόνον δὲ τὸ κάλυμμα βλέπουσι. τῇ δὲ τοῦ παναγίου πνεύματος χάριτι προσιόντες, ἀπαλλάσσονται μὲν τοῦ προκαλύμματος, θεωροῦσι δὲ τὴν δόξαν ἧς Μωϋσῆς ἐνεπλήσθη. τοῦτο γὰρ καὶ ὁ μακάριος λέγει Παῦλος· «ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος». ὥσπερ γὰρ τὰ διειδῆ κάτοπτρα τῶν εἰσορώντων τοὺς τύπους ἐκμάττεται, οὕτως αἱ καθαραὶ καρδίαι τοῦ Θεοῦ τὴν δόξαν εἰσδέχονται. διὸ δὴ καὶ ὁ Κύριος ἔφη· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται», καὶ ὥσπερ ὁ Ἰούδας τὸν διάβολον εἰσδεξάμενος, τὴν ἐκείνου πονηρίαν ἐτύπωσεν ἐν ἑαυτῷ, οὕτως ὁ τῇ θείᾳ χάριτι προσιών, ταῖς ἐκεῖθεν φερομέναις μαρμαρυγαῖς καταυγάζεται, οὕτως ὁ ἐν σκότῳ καθήμενος

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
