# Quaestiones in Octateuchum 152

Theodoretus, Quaestiones in Octateuchum, Page 152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/152

τῷδε τῷ λόγῳ τῶν δένδρων ἡ βλάστησις· «βλαστησάτω, γάρ φησιν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ εἰς ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς». ἀρχομένου δὲ τοῦ ἔαρος, καὶ οἱ λειμῶνες ἀνθοῦσι καὶ κυμαίνει τὰ λήϊα καὶ τὰ δένδρα φύει καρπόν. διά τοι τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τουτονὶ τὸν καιρὸν ἠλευθέρωσε τῆς αἰγυπτίων δουλείας· καὶ τῇ ἁγίᾳ παρθένῳ Γαβριὴλ ὁ ἀρχάγγελος ἐκόμισε τῶν παραδόξων ὠδίνων τὰ εὐαγγέλια. κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ δεσπότης Χριστὸς τὸ σωτήριον ὑπέμεινε πάθος. μάλα τοίνυν εἰκότως τῇ μίᾳ τοῦ πρώτου μηνὸς στῆναι τὴν σκηνὴν ὁ τῶν ὅλων δεσπότης Θεὸς προσέταξε· καὶ ὅτι τοῦ κόσμου παντὸς ἐκτύπωμα ἦν· καὶ ἵνα εὐτρεπίσῃ πρὸς τὴν τοῦ Πάσχα ἑορτήν, ἣν πρώτην ἐπιτελεῖν νόμος ἦν ἰουδαίοις. τότε δὲ καὶ πρῶτον ταύτην ἔμελλον ἑορτάζειν τὴν ἑορτὴν ἐν τῇ ἐρήμῳ. δεύτερον γὰρ ἦν ἔτος μετὰ τὴν τῆς δουλείας ἀπαλλαγήν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
