# Quaestiones in Octateuchum 153

Theodoretus, Quaestiones in Octateuchum, Page 153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/153

QUAESTIONES IN LEVITICUM I Τίνος ἕνεκα τὰς θυσίας προσφέρεσθαι προσέταξεν ὁ Θεός; Πολλαχοῦ μὲν ἡμῖν εἴρεται περὶ τούτων, κἀν τοῖς πρὸς ἕλληνας συγγεγραμμένοις κἀν τοῖς πρὸς τὰς αἱρέσεις, καὶ μέντοι κἀν τοῖς πρὸς τοὺς μάγους. πρὸς δὲ τούτοις κἀν ταῖς τῶν προφητῶν ἑρμηνείαις, καὶ τοῖς τῶν ἀποστόλων ὑπομνήμασιν. ἐρῶ δὲ ὅμως κἀνταῦθα ἐν κεφαλαίῳ, ὅτι μὲν ἀνενδεὴς ὁ Θεός, οὐκ οἶμαι οὐδὲ τοὺς ἄγαν ἀντερεῖν ἀνοήτους. ὅτι δὲ καὶ τὰς τοιαύτας οὐ προσίεται θυσίας, διὰ τῶν πλείστων ἐδίδαξε προφητῶν. ἐπειδὴ δὲ χρόνον συχνὸν ἐν Αἰγύπτῳ διατετελεκὼς ὁ λαὸς θύειν δαίμοσιν ἐδιδάχθη, συνεχώρησε τὰς θυσίας, ἵνα τῆς δεισιδαιμονίας ἐλευθερώσῃ. ὅτι γὰρ ταύταις ἔχαιρον, μαρτυρεῖ τὰ περὶ τὸν μόσχον γεγενημένα· τοῦτο καὶ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου δεδήλωκεν· «εἶδόν σε, γάρ φησι, πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπόν σοι· ἐν τῷ αἵματί σου ζωή, πληθύνου». λέγει δὲ ὅτι θεασάμενός σε τῷ τῶν θυσίων αἵματι χαίρουσαν, συνεχώρησά σοι τῆς τοιαύτης ἀπολαύειν ἐπιθυμίας. πρὸς δὲ τούτοις καὶ ἕτερον αὐτοῖς ἀλεξίκακον διὰ τούτου κατεσκεύασε φάρμακον· θύεσθαι γὰρ αὐτῷ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
