# Quaestiones in Octateuchum 154

Theodoretus, Quaestiones in Octateuchum, Page 154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/154

προσέταξε τὰ παρ' αἰγυπτίων θεοποιούμενα· ἀπὸ μὲν τῶν τετραπόδων, μόσχον καὶ τράγον καὶ πρόβατον· ἀπὸ δὲ τῶν πτηνῶν, τρυγόνα καὶ περιστερῶν νεοττούς. οὐκ ἀγνοοῦμεν οὖν, ὅτι καὶ ἄλλα πάμπολλα ἐθεοποίουν αἰγύπτιοι, ἀλλὰ τῶν θεοποιουμένων τὰ ἡμερώτερα ταῖς θυσίαις ἀπένειμε· τὰ ἄλλα δὲ ἀκάθαρτα προσηγόρευσεν, ἵνα τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιήσωσι, τὰ δὲ ὡς θύοντες μὴ θεοὺς ὑπολάβωσιν· ἀλλὰ μόνον προσκυνῶσι τὸν ᾧ ταῦτα προσφέρεται. ἐπειδὴ δὲ οἱ μὲν ἦσαν ἐν εὐπορίᾳ χρημάτων, οἱ δὲ πενίᾳ συζῶντες τοῖς μὲν μόσχον προσφέρειν ἢ ἀρνίον ἢ αἶγα προσέταξε· τοῖς δὲ δύο τρυγόνας ἢ δύο νεοττοὺς περιστερῶν· τοῖς δέ γε πενεστάτοις, σεμίδαλιν ὀλίγην ἀναμεμιγμένην ἐλαίῳ. σύμμετρα γὰρ τῇ δυνάμει νομοθετεῖ, τούτων τὰ μὲν δῶρα προσηγόρευσεν, ὡς οὐκ ἐκ νομικῆς ἀνάγκης, ἀλλ' ἐκ φιλοθέου προσφερόμενα γνώμης, τὰς δὲ θυσίας σωτηρίου· δηλοῖ δὲ τοὔνομα ἀρρωστίας ἢ χαλεπῶν τινων ἑτέρων ἀπαλλαγήν. προσεφέροντο δὲ καὶ ὑπὲρ ἁμαρτίας καὶ πλημμελείας καὶ ἀγνοίας ἱερουργίαι. δηλοῖ δὲ ἡ μὲν ἁμαρτία νόμου τινὸς παράβασιν ἐθελούσιον· ἡ δὲ πλημμέλεια, τὴν ἐκ περιστάσεώς τινος γεγενημένην παρανομίαν. συνέβαινε γάρ τινα παρὰ γνώμην ἢ λεπρῷ πελάσαι ἢ νεκρῷ ἢ γονορρύει, ἡ δὲ ἄγνοια σαφῆ τὴν ἑρμηνείαν ἔχει· οὐ γὰρ πάντες ἅπαντας τοὺς νόμους ἠπίσταντο. τὰ μὲν γὰρ τῆς ψυχῆς ἁμαρτήματα καὶ ἡ φύσις ἐδίδασκε. ταῦτα δέ γε, ἃ μόνοις ἥρμοττεν ἰουδαίοις, διδασκάλων ἐδεῖτο. καὶ τούτων δὲ τῶν θυμάτων τὰ μὲν ὁλοτελῆ κατεκαίετο· τῶν δὲ σμικρά τινα μόρια, ὁ τῆς κοιλίας ἐπίπλους καὶ οἱ νεφροὶ καὶ τὸ ἐπικείμενον αὐτοῖς στέαρ καὶ τοῦ ἥπατος ὁ λοβός. εἴρηται δὲ ἡμῖν τίνων ταῦτα δηλωτικά. ἡ δὲ ὑπὲρ ἁμαρτίας προσφερομένη θυσία, δίχα ἐλαίου καὶ λιβανωτοῦ προσεφέρετο. οὐ γὰρ ἔχουσι τοῦ φωτὸς τὴν τροφὴν οἱ ἐν σκότει τῆς ἁμαρτίας καθήμενοι· οὐδὲ τὸ ἱλαρόν, οἱ στένειν ὀφείλοντες· κατὰ γὰρ τὸν προφήτην «τὸ πρόσωπον ἱλαρύνει τὸ ἔλαιον»·

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
