# Quaestiones in Octateuchum 16

Theodoretus, Quaestiones in Octateuchum, Page 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/16

XIII Τί δή ποτε τὰς οὐκ ἐδωδίμους βοτάνας βλαστῆσαι προσέταξεν ὁ Θεός; Πολλὰ τῶν ἀλόγων ζῴων τὰ γένη· τὰ μὲν θηρία, τὰ δὲ κτήνη προσαγορευόμενα· καὶ τὰ μὲν ἑρπετά, τὰ δὲ πετεινά· τούτοις ἅπασι τροφὴν προηυτρέπισεν ὁ Θεός, καὶ ταῦτα δὲ τῆς τῶν ἀνθρώπων ἕνεκα πεποίηκε χρείας. αὐτίκα γοῦν καὶ δι' ἡμᾶς αὐτά φησι διατρέφεσθαι· «τῷ ἐξανατέλλοντι, γάρ φησι, χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων». τὸ τοίνυν τούτῳ ἄχρηστον, ἐκείνῳ χρήσιμον καὶ τὰ τοῖς ἀνθρώποις οὐκ ἀναγκαῖα, τοῖς δι' αὐτοῦ γεγενημένοις ἁρμόδια. πρὸς δὲ τούτοις προορῶν ὁ Θεός, ὅτι καὶ πάθη προσγενήσεται τοῖς ἀνθρώποις, ἅ τε δὴ διὰ τὴν ἁμαρτίαν δεξαμένοις τοῦ θανάτου τὸν ὅρον, οὐ μόνον ἐδωδίμους, ἀλλὰ καὶ ἀλεξικάκους τῶν παθημάτων βοτάνας βλαστῆσαι τῇ γῇ προσέταξε. καὶ τοῦτο μάθοι τις ἂν ἀκριβέστερον παρὰ τῶν τὴν ἰατρικὴν ἠσκημένων τέχνην· ὅτι καὶ τὰ δοκοῦντα εἶναι δηλητήρια, παθῶν ἐστιν ἰατήρια· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκακα γίνεται καὶ ὑγείας παρεκτικά. XIV Τῶν φωστήρων δημιουργηθέντων, τί γέγονε τὸ πρότερον φῶς; Ὁ δεσπότης Θεὸς καὶ ἐκ μὴ ὄντων ποιεῖ, καὶ ἐξ ὄντων δημιουργεῖ· τὸν μὲν γὰρ πρότερον οὐρανὸν ἐκ μὴ ὄντων ἐδημιούργησε, τὸν δὲ δεύτερον ἐξ ὑδάτων ἐποίησεν. οὕτω τὴν γῆν μὴ οὖσαν παρήγαγεν· τὰ γένη δὲ τῶν δένδρων καὶ τῶν σπερμάτων αὐτῇ βλαστῆσαι προσέταξεν. καὶ τὸ φῶς τοίνυν ἐδημιούργησεν ὡς ἠθέλησεν. ὥσπερ δὲ τῷ στερεώματι διεῖλε τῶν ὑδάτων τὴν φύσιν, καὶ τὰ μὲν ἐπιτέθεικεν ἄνωθεν, τὰ δὲ κάτω κατα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
