# Quaestiones in Octateuchum 160

Theodoretus, Quaestiones in Octateuchum, Page 160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/160

II Τί ἐστι, «ψυχὴ ἐὰν λάθῃ αὐτὴν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου»; Συνέβαινε πολλάκις ἀσχολίᾳ τινὰ περιπεσόντα μὴ προσενεγκεῖν εἰς καιρὸν τὰ τῷ Θεῷ ἀφιερωμένα, οἷον τὰ πρωτότοκα ἢ τὰς ἀπαρχὰς ἢ τὰς ἐπαγγελίας. τὸν ταύτῃ τοίνυν περιπεπτωκότα τῇ πλημμελείᾳ μείζονι ὑποβάλλει ζημίᾳ. κελεύει γὰρ αὐτὸν πρότερον ἐκτίσαι τὸ θεῖον ὄφλημα, τῆς ἀξίας τιμῆς τὸ πέμπτον προστεθεικότα· εἶθ' οὕτως ὑπὲρ τῆς πλημμελείας κριὸν πεντήκοντα σίκλων ἄξιον προσενεγκεῖν εἰς ἱερουργίαν, καὶ οὕτως λαβεῖν τῆς ἁμαρτίας τὴν ἄφεσιν. ταῦτα καὶ τὰ τούτοις ὅμοια περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας, κελεύει καὶ τοὺς ἑκόντας ἡμαρτηκότας καὶ ἢ παρακαταθήκην δεξαμένους καὶ ψευσαμένους ἢ ἀδικίᾳ τινὶ χρησαμένους καὶ ὅρκῳ ψευδεῖ τὴν ἁμαρτίαν αὐξήσαντας, πρῶτον ἀποδοῦναι τοῖς ἠδικημένοις ἃ παρανόμως ἀφείλαντο καὶ προσθεῖναι τῷ κεφαλαίῳ τὸ πέμπτον· εἰθ' οὕτω κριὸν προσενεγκεῖν καὶ τὸν Θεὸν ἱλεώσασθαι. τοῦτο καὶ ὁ μακάριος Ζακχαῖος πεποίηκεν· ἀπέδωκε γὰρ πρότερον ἅπερ ἠδίκησε τετραπλάσια· εἶθ' οὕτως τὰ ἡμίση τῶν οἰκείων τοῖς πενομένοις διένειμεν. III Διὰ τί τοῦ ἱερέως τὴν θυσίαν ὁλοκαυτοῦσθαι προσέταξεν; Τέλειον εἶναι διδάσκων τὸν ἱερέα καὶ μὴ μερικῶς, ἀλλ' ὅλον ἑαυτὸν ἀναθεῖναι τῷ τῶν ὅλων Θεῷ. IV Διὰ τί ἐν τῷ τόπῳ τῶν ὁλοκαυτωμάτων καὶ τὰς περὶ ἁμαρτίας θυσίας ἱέρευον;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
