# Quaestiones in Octateuchum 162

Theodoretus, Quaestiones in Octateuchum, Page 162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/162

μένων ἀκαθάρτων ἁψάμενον, ἀπαγορεύει τῶν τῆς θυσίας μεταλαμβάνειν κρεῶν; Διὰ τῶν σμικρῶν τούτων τὰ μεγάλα θεραπεύει παθήματα. εἰ γὰρ τὰ φυσικὰ μιαίνει κατὰ τὸν νόμον, πολλῷ μᾶλλον τὰ γνωμικά, ἃ κυρίως καλεῖται παράνομα. ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, τὰ ἑξῆς μαρτυρεῖ. κελεύσας γὰρ πᾶν στέαρ τῷ θυσιαστηρίῳ προσφέρεσθαι, τῇ τῶν ἀνθρώπων χρείᾳ τὸ τῶν θνησιμαίων καὶ θηριαλώτων ἀφώρισε στέαρ. ἀκάθαρτα δὲ τὰ τοιαῦτα ὠνόμασεν· ἀκάθαρτος οὖν ἄρα ἦν καὶ ὁ τοιούτου γε ἁπτόμενος, δῆλον τοίνυν κἀντεῦθεν, ὡς ἄλλα δι' ἄλλων νομοθετεῖ. VIII Διὰ τί αἵματι καὶ ἐλαίῳ καὶ τὴν ἀκοὴν τοῦ ἱερέως τὴν δεξιὰν ἔχρισε, καὶ τὴν χεῖρα τὴν δεξιὰν καὶ τὸν πόδα ὡσαύτως; Τύπος ταῦτα τῶν ἡμετέρων ἀγαθῶν· τὸ μὲν αἷμα τοῦ σωτηρίου αἵματος, τὸ δὲ ἔλαιον τοῦ παναγίου χρίσματος. ἡ δὲ δεξιὰ ἀκοὴ σύμβολον τῆς ἐπαινουμένης ὑπακοῆς· ἡ δὲ χεὶρ καὶ ὁ ποῦς, τῶν ἀγαθῶν πράξεων. διὰ γάρ τοι τοῦτο ἡ δεξιὰ καὶ ὁ δεξιὸς ἐχρίσθη. εἰσὶ γὰρ καὶ εὐώνυμοι πράξεις καὶ ὑπακοὴ βλαβερά. IX Πῶς νοητέον τὸ «πῦρ τὸ ἀλλότριον»; Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία, ὡς τῆς πρώτης ἐπιτελουμένης θυσίας, τῷ θείῳ πυρὶ κατηναλώθη τὰ ἱερεῖα. τοῦτο ἄσβεστον διαφυλαχθῆναι προσέταξεν ὁ δεσπότης Θεός, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ξύλα τῷ πυρὶ χορηγεῖσθαι· ἵνα μὴ χειροποίητον πῦρ ἀναμιγῇ τῷ θείῳ πυρί. ἐπειδὴ τοίνυν τοῦτον παρέβησαν τὸν νόμον Ναδὰβ καὶ Ἀβιούδ, τοῦ Ἀαρὼν οἱ παῖδες,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
