# Quaestiones in Octateuchum 166

Theodoretus, Quaestiones in Octateuchum, Page 166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/166

»ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ». καὶ «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί». συνᾴδει τοίνυν ἡ ἑρμηνεία τῇ τῆς θείας γραφῆς διανοίᾳ. ἡμεῖς μὲν οὖν ταύτην λαμβάνομεν ἐκ τούτων τὴν ὄνησιν. ἰουδαίοις δὲ διὰ τούτων αὐτῶν ἕτερον ὠφελείας προσενήνοχεν εἶδος. διχῆ γὰρ διελὼν καὶ τὰ χερσαῖα ζῷα, καὶ τὰ πτηνὰ καὶ τὰ ἔνυδρα· καὶ τὰ μὲν ἀκάθαρτα, τὰ δὲ καθαρὰ προσειπών, πείθει μηδὲν τούτων ἡγεῖσθαι Θεόν. πῶς γὰρ ἄν τις σωφρονῶν ἢ τὸ ἀκάθαρτον ὀνομάσοι Θεόν, ὃ μυσαττόμενος ἀποστρέφεται ἢ τὸ τῷ ἀληθινῷ Θεῷ προσφερόμενον καὶ παρ' αὐτοῦ ἐσθιόμενον; XII Τί δήποτε ἐὰν μὲν εἰς ὀστράκινον σκεῦος ἐμπέσοι τι τῶν ἀκαθάρτων, συντρίβεσθαι τοῦτο κελεύει, ἂν δὲ εἰς χαλκοῦν ἢ ξύλινον ἢ σάκκον ἢ ἱμάτιον ὕδατι πλύνεσθαι; Καὶ ἐντεῦθεν δῆλον ὡς οὐδὲν φύσει ἀκάθαρτον, ἀλλὰ διά τινα αἰτίαν, τὰ μὲν εἶπεν ἀκάθαρτα, τὰ δὲ καθαρά· εἰ δὲ φύσει ἀκάθαρτα ἦν, ἔδει καὶ τὰ χαλκᾶ συντρίβεσθαι καὶ τὰ ξύλινα. ἀλλ' ἐπειδὴ δι' ἑτέραν αἰτίαν ἀκάθαρτα αὐτὰ προσηγόρευσε, τὰ μὲν πλείονος ἄξια ὄντα τιμῆς πλύνεσθαι κελεύει, τὰ δὲ εὔωνα συντρίβεσθαι· ταύτῃ μὲν τὸν περὶ τοῦ ἀκαθάρτου νόμον κρατύνων· ἐκείνῃ δὲ παραδηλῶν τὸν τοῦ νόμου σκοπόν. διά τοι τοῦτο καὶ κλιβάνος καὶ χυτρόποδας καθαιρεῖσθαι κελεύει, εἴ τι τούτων αὐτοῖς ἐμπέσοι τῶν ζῴων καὶ τὸ ἐν τοῖς ἀγγείοις ὕδωρ ὀνομάζει ἀκάθαρτον ἐμπέσοντος αὐτοῖς θνησιμαίου. τὸ δὲ πηγαῖον ὕδωρ οὐκέτι, οὐδὲ τὸ λάκκιον· μικραῖς γὰρ ζημίαις τὰ τοιαῦτα περιορίζει. μανθάνομεν δὲ πάλιν ἡμεῖς, ἡλίκον ἡ ἁμαρτία κακόν· τὸν γὰρ ἀληθῆ μολυσμὸν ἐκείνῃ προστρίβεται.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
