# Quaestiones in Octateuchum 170

Theodoretus, Quaestiones in Octateuchum, Page 170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/170

λατοι ἦσαν πληγαί, πότε μὲν κατὰ ἱματίων, πότε δὲ κατὰ οἰκιῶν φερόμεναι. ταῦτα δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν δηλοῖ. τῶν γὰρ ἀνθρώπων ἁμαρτανόντων ἱματίοις καὶ οἰκίαις ἐπέφερε τὰς πληγάς, διὰ τούτων τοῖς ταῦτα κεκτημένοις τὴν θεραπείαν προσφέρων. ἔοικε δὲ τῷ λεπρῶντι οἴκῳ ὁ οἶκος τοῦ Ἰσραήλ, οὗ πολλάκις μὲν ἐξῃρέθησαν, καθάπερ λίθοι τινὲς λεπρῶντες, οἱ πλημμελήσαντες, πότε μὲν δι' ἀσσυρίων, ποτὲ δὲ διὰ βαβυλωνίων, ἄλλοτε δὲ διὰ μακεδόνων. ἐπειδὴ δὲ παγίαν ἔσχον τὴν λέπραν, ἄρδην καταλυθῆναι τὴν οἰκίαν ὁ νομοθέτης ἐκέλευσεν. ἀκάθαρτοι οὖν οἱ εἰς τὰς τούτων συναγωγὰς εἰσιόντες, ὡς εἰς λεπρῶσαν οἰκίαν εἰσιόντες. XIX Τί σημαίνει τὰ δύο ὀρνίθια τὰ ὑπὲρ τοῦ καθαριζομένου λεπροῦ προσφερόμενα; Τοῦ σωτηρίου πάθους περιέχει τὸν τύπον. ὥσπερ γὰρ τούτων τὸ μὲν ἐθύετο, τὸ δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῆς λεπρώσης ἀνθρωπότητος ὁ δεσπότης ἐσταυρώθη Χριστός, τῆς μὲν σαρκὸς δεξαμένης τὸν θάνατον, τῆς δὲ θεότητος οἰκειωσαμένης τὸ τῆς ἀνθρωπότητος πάθος. καὶ καθάπερ ὕδατι καθαρῷ τοῦ σφαγέντος ὀρνιθίου τὸ αἷμα μιγνύμενον διὰ κεδρίνου ξύλου καὶ ὑσσώπου καὶ κοκκίνου κεκλωσμένου περιραινόμενος ὁ λεπρὸς λαμπρός τε καὶ καθαρὸς ἀπεδείκνυτο· οὕτως ὁ τῷ σωτῆρι πιστεύων Χριστῷ, καὶ τῷ τοῦ παναγίου βαπτίσματος ὕδατι καθαιρόμενος, τὰς τῶν ἁμαρτημάτων ἀποβάλλει κηλίδας. σύμβολον δὲ τὸ μὲν κέδρινον ξύλον τῆς ἀπαθοῦς θεότητος· ἄσηπτον γὰρ τόδε τὸ ξύλον. τὸ δὲ κόκκινον τὸ κλωστόν, τῆς ἐκ ψυχῆς καὶ σώματος ἀνθρωπότητος· τὸ δὲ ὕσσωπον τῆς τοῦ παναγίου πνεύματος θερμότητός τε καὶ εὐοσμίας. διὰ τούτων γὰρ οἱ βαπτιζόμενοι τῆς ψυχικῆς ἀπαλλάτονται λέπρας. καὶ ἡ κοτύλη δὲ τοῦ ἐλαίου, τοῦ πνευματικοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
