# Quaestiones in Octateuchum 172

Theodoretus, Quaestiones in Octateuchum, Page 172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/172

διδάσκει καὶ κελεύει παιδογονίας χάριν, ἀλλ' οὐ φιληδονίας γίνεσθαι τὴν συνάφειαν. διὰ τοῦτο τοὺς μιγνυμένους ἀκαθάρτους καλεῖ· καὶ κελεύει καθαίρεσθαι, ἵνα κωλύῃ τῆς συνουσίας τὸ συνεχὲς ἡ περὶ τὴν κάθαρσιν ἀσχολία. ὁ δὲ θεῖος ἀπόστολος τοῖς τελείοις γράφει· «τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός». XXI Διὰ τί τὴν τὸ περιττὸν τοῦ αἵματος κατὰ φύσιν ἐκκρίνουσαν ἀκάθαρτον ὀνομάζει; Περὶ τοῦ γονορρυοῦς εἰρήκαμεν, ταῦτα καὶ περὶ ταύτης φαμέν. πρὸς δὲ τούτοις, ἵνα μηδεὶς ταῖς τοιαύτοις συνάπτηται. φασὶ γάρ τινες ἐκ τῆς τοιαύτης συναφείας καὶ λώβην καὶ λέπραν ἀπογεννᾶσθαι, τοῦ περιττώματος ἐκείνου τὰ διαπλαττόμενα πημαίνοντος σώματα. τούτου χάριν ἀκάθαρτον εἶναί φησι τὸν τῇ τοιαύτῃ συναπτόμενον. συντόμως δὲ τῶν τοιούτων νόμων τὰς αἰτίας ἐδίδαξεν εἰρηκώς· «καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς». εἰ δὲ τὰ ἀκούσια μιαίνειν ἔφη δῆλον, ὅτι πολλῷ μᾶλλον ἐναγῆ τὰ ἑκούσια. καὶ ταῦτα δὲ μάλα ἥρμοττεν ἐκείνοις λαγνιστάτοις οὖσι καὶ κακομάχλοις. τό τε γὰρ παραβαινόμενον οὐ μέγα καὶ τηρούμενον ἐπιτηδειοτέρους εἰργάζετο πρὸς τὰ τέλεια. XXII Πότε ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει; Ἐν τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ ἣν ἐπιτελεῖσθαι προσέταξεν ὁ Θεὸς τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνός· «εἶπε, γάρ φησι, Κύριος πρὸς Μωϋ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
