# Quaestiones in Octateuchum 174

Theodoretus, Quaestiones in Octateuchum, Page 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/174

ται ὁ τράγος ἐφ' ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον». καὶ ὁ Σύμμαχος δὲ τὸν ἀποπομπαῖον οὕτως ἡρμήνευσεν· «εἰς τράγον ἀπερχόμενον, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν». ὁ δὲ Ἀκύλας, «εἰς τράγον ἀπολυόμενον εἰς τὴν ἔρημον». οὐ τοίνυν θεῷ τινι, ἢ δαίμονι ἀπεστέλλετο, ἀλλ' ἀμφότεροι μὲν τῷ Θεῷ προσεφέροντο· τοῦ δὲ ἑνὸς θυομένου, ὁ ἕτερος τὰς ἁμαρτίας τοῦ λαοῦ λαμβάνων εἰς τὴν ἔρημον ἀπεπέμπετο. ὥσπερ γὰρ ἐπὶ τοῦ καθαιρομένου λεπροῦ, τοῦ ἑνὸς ὀρνέου θυομένου, τὸ ἕτερον εἰς τὸ τούτου αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῶν τοῦ λαοῦ ἁμαρτημάτων δύο τράγων προσφερομένων, ὁ μὲν ἐθύετο, ὁ δὲ ἀπεπέμπετο. τύποι πάλιν ταῦτα τοῦ δεσπότου Χριστοῦ· τῶν δύο τούτων ζῴων, οὐκ εἰς δύο πρόσωπα, ἀλλ' εἰς δύο φύσεις λαμβανομένων. ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ σκιογραφηθῆναι καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον τοῦ δεσπότου Χριστοῦ θνητὸς γὰρ μόνον ὁ τράγος—, ἀναγκαίως δύο προσαχθῆναι προσέταξεν· ἵνα ὁ μὲν θυόμενος, τῆς σαρκὸς τὸ παθητὸν προτυπώσῃ· ὁ δὲ ἀπολυόμενος δηλώσῃ τὸ ἀπαθὲς τῆς θεότητος. οὕτως καὶ ὁ μακάριος Δαβὶδ τοῦ δεσπότου Χριστοῦ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν προθεσπίζων ἔφη· «ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν». ἐδιδάχθημεν δὲ ὡς τοῦ δεσπότου σταυρουμένου Χριστοῦ, καὶ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐρράγησαν, ὁ δὲ οὐρανὸς διὰ τοῦ σκοτισθέντος ἡλίου ἐμήνυσε τὴν τῆς ἀσεβείας ὑπερβολήν. ἡ δέ γε ἔρημος τοῦ θανάτου τύπος. τούτου χάριν ἔφη· «ἐν τῷ διαβαίνειν σε

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
