# Quaestiones in Octateuchum 175

Theodoretus, Quaestiones in Octateuchum, Page 175. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/175

ἐν τῇ ἐρήμῳ». ἀλλὰ μηδεὶς ἀνάρμοστον ὑπολάβοι τὸ τράγους προτυποῦν τοῦ σωτῆρος τὸ πάθος, ἐπειδήπερ ἀμνὸν αὐτὸν ὁ μέγας προσηγόρευσεν Ἰωάννης· σκοπησάτω δὲ ὡς οὐ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ἑαυτὸν προσενήνοχεν. ἐρίφοις δὲ τὴν τῶν ἁμαρτωλῶν συμμορίαν αὐτὸς ἀπείκασεν ὁ δεσπότης· «στήσει, γὰρ ἔφη, τοὺς μὲν ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων». καὶ ἐν τῷ νόμῳ δὲ περὶ ἁμαρτίας ἔριφος προσεφέρετο. αὐτὸς δέ γε ὁ Κύριος τὸν χαλκοῦν ὄφιν τύπον ἑαυτοῦ κέκληκεν· «καθώς, γάρ φησι, Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον». εἰ τοίνυν ἀνάρμοστος τῶν τράγων ὁ τύπος, πολλῷ μᾶλλον ὁ τοῦ ὄφεως. ταῦτα μὲν οὖν προεδίδασκε τῆς οἰκουμένης τὴν σωτηρίαν, ἰουδαίους δὲ οἷα δὴ νηπίους ἐψυχαγώγει, τὸ τὸν τράγον εἰς τὴν ἔρημον ἀπαγαγεῖν τὴν ἁμαρτίαν. ἀνεμίμνησκε γὰρ αὐτοὺς τῆς πολλάκις τολμηθείσης ἐν τῇ ἐρήμῳ παρανομίας· καὶ τῆς ἀρρήτου τοῦ δεσπότου φιλανθρωπίας, δι' ἣν τὰς ἐνδίκους τιμωρίας διαφυγόντες εἰς τὴν ἐπηγγελμένην εἰσεληλύθασι γῆν. οὕτω ταῦτα γενέσθαι κελεύσας, διδάσκει καὶ ὅπως εἰσελθεῖν εἰς τὰ ἅγια τῶν ἁγίων τὸν ἀρχιερέα προσήκει. «προσάξει, γάρ φησιν, Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρτίας τὸν ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ· καὶ σφάξει τὸν μόσχον τὸν περὶ ἁμαρτίας τὸν ἑαυτοῦ· καὶ λήψεται πλῆρες τὸ πυρεῖον ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας αὐτοῦ θυμιάματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτε-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
