# Quaestiones in Octateuchum 176

Theodoretus, Quaestiones in Octateuchum, Page 176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/176

ρον τοῦ καταπετάσματος καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται». δῆλον καὶ ἐντεῦθεν, ὡς ἐκτὸς τοῦ καταπετάσματος τὸ θυσιαστήριον τοῦ θυμιάματος ἔκειτο. οὐ γὰρ ἂν εἴπερ ἔνδον ἦν, εἰς τὸ πυρεῖον τοὺς ἄνθρακας λαβεῖν ἐκελεύσθη, καὶ τοῦτο εἴσω τοῦ καταπετάσματος ἐμβαλεῖν τὸ θυμίαμα. ἐδίδαξε δὲ τοῦτο ἡμᾶς καὶ ὁ μακάριος Λουκᾶς, τὰ κατὰ τὸν Ζαχαρίαν διηγούμενος, τὸν Ἰωάννου τοῦ βαπτιστοῦ πατέρα. κατὰ τοῦτον γὰρ κἀκεῖνος τὸν καιρὸν εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελήλυθε, καὶ τῆς ἀγγελικῆς ὀπτασίας ἀπολελαύκει. ἐκελεύσθη δὲ καὶ διαρράναι τῷ δακτύλῳ ἑπτάκις πρὸ τοῦ ἱλαστηρίου τοῦ αἵματος τοῦ τε μόσχου καὶ τοῦ τράγου. ἐπειδὴ γὰρ ἐν ἑπτὰ ἡμέραις ὁ βίος ἀνακυκλεῖται, καθ' ἑκάστην δέ, ὡς ἔπος εἰπεῖν, ἡμέραν, ἢ σμικρὰ ἢ μεγάλα πλημμελοῦμεν, ἰσάριθμος προσεφέρετο ταῖς ἡμέραις ὁ τοῦ αἵματος ῥαντισμὸς ὑπὲρ τῶν ἐν ταύταις γιγνομένων πλημμελημάτων. λέγει δὲ τοῦτο, μὴ μόνον αὐτοὺς ἀλλὰ καὶ τὴν σκηνὴν καθαίρειν. «ἐξιλάσεται, γάρ φησι, περὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· καὶ οὕτω ποιήσεις τῇ σκήνῃ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν». ἐκέλευσε δὲ μηδένα παρεῖναι ταύτης ὑπὸ τοῦ ἀρχιερέως γινομένης τῆς λειτουργίας. λέγει δὲ καὶ τὸν καιρὸν καθ' ὃν προσήκει ταῦτα γενέσθαι. «δεκάτῃ, γάρ φησι, τοῦ μη-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
