# Quaestiones in Octateuchum 177

Theodoretus, Quaestiones in Octateuchum, Page 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/177

νὸς κακώσετε τὰς ψυχὰς ὑμῶν· καὶ πᾶν ἔργον οὐ ποιήσετε, ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ὑμῖν. ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου καὶ καθαρισθήσεσθε. σάββατα σαββάτων ἀνάπαυσις ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν νόμιμον αἰώνιον». σάββατα δὲ σαββάτων, ὡς ἅγια ἁγίων ἐκάλεσε· πολλῷ γὰρ τῶν σαββάτων αὕτη σεβασμιωτέρα ἡ ἑορτή. κάκωσιν δὲ τὴν νηστείαν ὠνόμασεν. εἶτα ἐπάγει· «ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ». καὶ τοῦτο δὲ προτυποῖ τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν οἰκονομίαν. ὥσπερ γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιὼν ταύτην ἐπετέλει τὴν λειτουργίαν, οὕτως ὁ δεσπότης Χριστός, ἅπαξ τὸ σωτήριον ὑπομείνας πάθος, εἰς τὸν οὐρανὸν ἀνελήλυθεν, «αἰωνίαν λύτρωσιν εὑράμενος», ᾗ φησιν ὁ θεῖος ἀπόστολος. XXIII Διὰ τί ἀπαγορεύει πόρρω τῆς σκηνῆς θύεσθαι τὰ ἐσθιόμενα θρέμματα; ᾜδει τὴν ἐνίων ἀσέβειαν, καὶ ὅτι τοῖς δαίμοσι θυσίας προσοίσουσι. προσέταξε τοίνυν πάντα θῦσαι βουλόμενον ἢ μόσχον ἢ πρόβατον ἢ αἶγα, παρὰ τὴν θύραν τῆς σκηνῆς ἀγαγεῖν, καὶ τὸ αἷμα ἐκχέαι, καὶ μεταλαβεῖν οἴκαδε τῶν κρεῶν· τὸν δὲ τοῦτο μὴ δρῶντα, ὡς φόνου ἔνοχον κατηγορεῖσθαι ἐκέλευσεν. «αἷμα, γάρ φησι, λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ· αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς». καὶ ὅτι τοῦτον ἔχει τὸν σκοπὸν ὃν ἔφην ὁ νόμος διδάξει τὰ ἑξῆς· «ἀνοίσει, γάρ φησιν, ὁ ἱερεὺς τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ. καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
