# Quaestiones in Octateuchum 179

Theodoretus, Quaestiones in Octateuchum, Page 179. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/179

»κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου ἐν ᾗ παρῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα τῆς γῆς Χαναὰν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε». οὕτω ταῦτα εἰπών, διδάσκει τὰ ὑπ' ἐκείνων τολμηθέντα, καὶ τὴν τοιαύτην ἀπαγορεύει πρᾶξιν. ὅτι δὲ πολλὰ τοιαῦτα τολμᾶται, μαρτυροῦσι καὶ πέρσαι μέχρι τοῦ παρόντος, οὐ μόνον ἀδελφαῖς, ἀλλὰ καὶ μητράσι καὶ θυγατράσι νόμῳ γάμου μιγνύμενοι· καὶ τὰς ἄλλας δὲ παρανομίας τολμῶσι πολλοί. XXV Τί ἐστιν· «ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομά μου τὸ ἅγιον· ἐγὼ Κύριος»; Τὸ ἑβραϊκὸν τὸ «μόλοχ» ἔχει, καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτο τεθείκασιν. εἴδωλον δὲ τοῦτο ἦν. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· «μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα, υἱοὶ Ἰσραήλ; καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μόλοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς». ἀπαγορεύει τοίνυν τὸ τοὺς παῖδας ἱεροδούλους τοῖς εἰδώλοις προσφέρειν· ὡς δὲ τινές φασι, τὸ τοῖς ἀλλοφύλοις ἄρχουσι μὴ διδόναι τοὺς παῖδας, ὥστε εἶναι αὐτῶν οἰκέτας ἢ δορυφόρους, ἵνα μὴ τῆς ἐκείνων μεταλάχωσιν ἀσεβείας. XXVI Τί ἐστιν· «ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
