# Quaestiones in Octateuchum 180

Theodoretus, Quaestiones in Octateuchum, Page 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/180

σώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν;» Μὴ βδελύξηται ὑμᾶς, φησίν, ὡς ἐβδελύξατο τοὺς χαναναίους· ἀντὶ τοῦ, ὥσπερ ἐκείνους διὰ τὰς πολλὰς αὐτῶν παρανομίας πανωλεθρίᾳ παραδούς, ὑμῖν τὴν γῆν παραδέδωκα, οὕτως ὑμᾶς τὰ ὅμοια δράσαντας τιμωρήσομαι. XXVII Πῶς νοητέον· «τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτέρῳ ζυγῷ, καὶ τὸν ἀμπέλωνά σου οὐ κατασπερεῖς διάφορον»; καί, «ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ»; Πολλάκις ἔφην, ὅτι διὰ τῶν αἰσθητῶν διδάσκει τὰ νοητά. ἀπαγορεύει τοίνυν τῶν ἑτερογενῶν τὴν ὀχείαν, οἷον ἵππου καὶ ὄνου· ἵνα μὴ διαβῇ ἀπὸ τῶν ἀλόγων εἰς τοὺς λογικοὺς ἡ παράνομος μίξις. τούτου χάριν καὶ τὸ ἐξ ἐρίου καὶ λίνου ὑφασμένον ἱμάτιον κίβδηλον ὀνομάζει, διδάσκων πράξεις ἐναντίας μηδαμῶς ἐπιτηδεύειν. ὅτι γὰρ οὐ τὸ ἱμάτιον κίβδηλον λέγει, ἀλλὰ τὴν πράξιν διὰ τούτου δηλοῖ, μαρτυρεῖ τῆς σκηνῆς τὰ καλύμματα ἐκ διαφόρων κατασκευασθέντα νημάτων. οὕτω νοητέον καὶ τὰ περὶ τοῦ ἀμπελῶνος, καὶ ὁ ἀπόστολος δὲ τὴν πρὸς τοὺς ἀπίστους κοινωνίαν ἀπαγορεύει λέγων· «μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις». XXVIII Τί ἐστιν· «οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
