# Quaestiones in Octateuchum 182

Theodoretus, Quaestiones in Octateuchum, Page 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/182

κελεύει· τὴν δὲ τοῦ ἱερέως θυγατέρα παραπλήσια τολμῶσαν ἐμπίπρασθαι. διὰ δὲ τὸ ἰουδαίων μεμψίμοιρον, οὐδὲ τοὺς ἔχοντάς τινα μῶμον σωματικὸν λειτουργεῖν συγχωρεῖ, διὰ τῶν ἀκουσίων παθημάτων ἀπαγορεύων τὰ γνωμικά. τυφλότης μὲν γὰρ ὀφθαλμῶν τὴν τῆς γνώσεως αἰνίττεται στέρησιν· ἐκτομὴ δὲ ὠτός, τὴν παρακοήν· ῥινὸς δὲ ἀφαίρεσις, τοῦ διακριτικοῦ τὴν ἀφαίρεσιν· ἀποκοπὴ δὲ χειρός, τὴν ἀργίαν τοῦ πρακτικοῦ. οὕτω καὶ τὰ ἄλλα νοητέον. τούτου χάριν ἀρτιμελῆ κελεύει καὶ τὰ ἱερεῖα προσφέρειν, τοὺς προσφέροντας διὰ τῶν προσφερομένων παιδεύων ὑγιεῖς ἔχειν τὰς τῆς ψυχῆς ἐνεργείας. ἀπαγορεύει δὲ μετὰ τῶν ἄλλων καὶ τὸν ἐκτομίαν καὶ τὸν θλαδίαν. γόνιμον μὲν γὰρ εἶναι δεῖ τῶν ἀγαθῶν πλήρη, τὸν τῆς θείας θεραπείας φροντίζοντα. XXXI Διὰ τί τὰ πρωτότοκα τῶν θρεμμάτων μετὰ τὴν ὀγδόην ἡμέραν προσφέρεσθαι διηγόρευσεν; ᾜδει τὴν ἐνίων γαστριμαργίαν, καὶ ὅτι τυχὸν εὐτραφὲς αὐτὸ καὶ εὐειδὲς θεασάμενοι, τοῦτο μὲν καθέξουσιν, ἕτερον δὲ προσοίσουσι· τούτου χάριν εὐθυγενῆ προσενεχθῆναι προσέταξεν. XXXII Τί ἐστι, «πεφρυγμένα νέα χίδρα οὐ φάγεσθε, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν»; Τῆς Παλαιστίνης ἡ γῆ θερμοτέρα οὖσα πρωΐμους φέρει καρπούς. κελεύει τοίνυν μὴ πρότερόν τινι νέους ἀστάχυς ἀφεῦσαι καὶ φρύξαι καὶ φαγεῖν, ἕως ἂν ἐκ τούτων τῷ Θεῷ προσενέγκωσι δράγμα. κελεύει δὲ τοῦτο προσενεχθῆναι τῇ τοῦ Πάσχα ἡμέρᾳ· εἶτα ἐκ ταύτης ἑπτὰ ἑβδομάδας ἀριθμῆσαι καὶ τῆς Πεντηκοστῆς ἐπιτελέσαι τὴν ἑορτήν. οὕτω γὰρ ἔφη· «καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
