# Quaestiones in Octateuchum 186

Theodoretus, Quaestiones in Octateuchum, Page 186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/186

ἐν ταύτῃ μηνύσατε τὸ τῆς ἀφέσεως ἔτος. εἶτα κελεύει ἐν τούτῳ τῷ ἔτει, καὶ τὸν ἀγρὸν ἀναλαμβάνειν τὸν πεπρακότα, καὶ τὰς ἐν τοῖς ἀγροῖς οἰκίας καὶ χρεῶν ἀποκοπὰς γενέσθαι, καὶ παίδων ἑβραίων ἐλευθερίας. ἐπειδὴ δὲ εἰκὸς ἦν τινας ἐνοχλεῖν τοῖς ὀφείλουσιν, ὡς τοῦ τῆς ἀφέσεως ἔτους πελάζοντος, ἀπηγόρευσε καὶ τοῦτο γίνεσθαι παρ' αὐτῶν. ὥστε δὲ περὶ τῆς ἀναγκαίας μὴ ἐνδοιάζειν τροφῆς, ἅτε δὴ μὴ γεωργοῦντας τὴν γῆν ἐν τοῖς τῆς ἀφέσεως ἔτεσι, ταῖς φιλοτίμοις ἐψυχαγώγησεν ὑποσχέσεσιν. ἐπηγγείλατο γὰρ ἐν τῷ ἕκτῳ ἔτει οὐ διπλασίαν πρόσοδον χορηγήσειν μόνην, ἀλλὰ καὶ τριπλασίαν αὐτοῖς, ἀποχρῶσαν καὶ ἐν τῷ ἕκτῳ καὶ ἐν τῷ ἑβδόμῳ διαθρέψαι ἔτει· ἀλλὰ καὶ μέχρι τοῦ ὀγδόου διαρκοῦσαν. «σπερεῖτε, γάρ φησιν, τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐννάτου, ἕως ἂν ἔλθῃ τὰ γενήματα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν». εἶτα τῇ μνήμῃ τῆς δεσποτείας κρατύνει τὸν νόμον. «ἐμὴ γάρ ἐστι, φησίν, ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου». ἐγώ, φησί, ταύτην ὑμῖν ἐδωρησάμην, τοιγάρτοι ὡς δεσπότης νομοθετῶ. XXXVI Τί ἐστι, «πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους αὐτῶν ἐν κλιβάνῳ ἑνί»; Ὣς περὶ τὴν γῆν κεχηνόσι καὶ νομοθετεῖ καὶ ἀπειλεῖ. καὶ γὰρ ἐννόμως πολιτευομένοις τῆς γῆς αὐτοῖς ἐπαγγέλλεται τὴν εὐκαρπίαν· καὶ αὖ πάλιν παραβαίνουσι, καὶ γῆς ἀκαρπίαν καὶ πολεμίων ἔφοδον ἀπειλεῖ καὶ πενίαν ἐσχάτην. τοῦτο καὶ ἐνταῦθα δηλοῖ, ὅτι τοσαύτη ὑμᾶς καταλήψεται πενία, ὡς δέκα γυναῖκας ἐν ἑνὶ κλιβάνῳ τοὺς ἄρτους ποιεῖν διὰ τὴν σπάνιν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
