# Quaestiones in Octateuchum 187

Theodoretus, Quaestiones in Octateuchum, Page 187. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/187

τῶν ἀναγκαίων· τοῦτο γὰρ ἐπήγαγε· «καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε». XXXVII Τί ἐστι, «τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα πᾶσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς»; Τὸ ἐπαγόμενον ἑρμηνεία τούτου ἐστίν. ἔφη γάρ· «καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν». ἐν Βαβυλῶνι γὰρ ἑβδομήκοντα ἔτη δουλεύοντες διετέλεσαν. ἀπὸ δὲ τῆς τοῦ Σαοὺλ βασιλείας, μέχρι τῆς αἰχμαλωσίας τετρακόσια καὶ ἐνενήκοντα συνάγεται ἔτη· τούτων δὲ τὸ ἕβδομον ἑβδομήκοντα. τοῦτο τοίνυν φησίν, ὅτι ἄσπαρτος ἡ γῆ μενεῖ, καὶ ἀνήροτος ἑβδομήκοντα ἔτη, ὑμῶν τὴν ἀλλοτρίαν οἰκούντων· ἐπειδὴ μετὰ τῶν ἄλλων νόμων παρέβητε καὶ τοῦ σαββάτου τὴν ἐντολήν. τοῦτο γὰρ ἐπήγαγε· «καὶ σαββατιεῖ ἡ γῆ, ἃ οὐκ ἐσαββάτισεν, ἡνίκα κατῳκεῖτε αὐτήν». προστέθεικε δὲ καὶ ἑτέραν ἀπειλήν. «καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου», καὶ τὰ ἑξῆς. καὶ αὕτη δὲ ἡ πρόρρησις πέρας ἔλαβεν. ἐν γὰρ τῇ τῶν χαλδαίων πολιορκίᾳ, πολλῶν μὲν ἐν ταῖς συμπλοκαῖς ἀναιρεθέντων, πολλῶν δὲ λιμῷ διαφθαρέντων, τῶν ἀνδραποδισθέντων δὲ εἰς Βαβυλῶνα μετοικισθέντων· οἱ τὰς τῶν πολεμίων χεῖρας διαφυγόντες εἰς τὴν Αἴγυπτον ἔφυγον, δείσαντες τῶν χαλδαίων τὴν ἔφοδον. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ θειοτάτου Ἱερεμίου προφητεία διδάσκει. μετὰ μέντοι τὰς ἀπειλὰς ὑπέσχετο καὶ χρηστὰ καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον ἐπηγγείλατο, οὐ διὰ τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
