# Quaestiones in Octateuchum 19

Theodoretus, Quaestiones in Octateuchum, Page 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/19

Δεῖται τὰ παιδία καὶ μορμολυκείων καὶ ἱμάντων καὶ ῥάβδων· καὶ τοῖς μὲν αὐτὰ δεδιττόμεθα, τοῖς δὲ καὶ παιδεύομεν· ἑκάτερα δὲ δρῶμεν, πᾶσαν αὐτοῖς εὐταξίαν πραγματευόμενοι. ἐπειδὴ τοίνυν προῄδει ἡμᾶς ὁ δεσπότης Θεὸς εἰς ῥαθυμίαν ἐκκλίνοντας οἷον ἱμάντας τινὰς καὶ μορμολυκεῖα προκατεσκεύασε τὰ θηρία, ἵνα τούτοις ἡμᾶς δεδιττόμενος, πρὸς ἑαυτὸν ἕλκῃ, καὶ καλεῖν εἰς συμμαχιὰν παρασκευάζῃ. ἀλλ' ὥσπερ οἱ τέλειοι καὶ τῶν μορμολυκείων καὶ ἱμάντων καταφρονοῦσιν, οὕτως οἱ τῆς ἀρετῆς τρόφιμοι τὰς τῶν θηρίων οὐ δειμαίνουσι προσβολάς· καὶ γὰρ τῷ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας παρεστήκει τὰ θηρία τὴν δουλείαν ὁμολογοῦντα, καὶ τῷ Νῶε πάλιν εἰς τὴν κιβωτὸν εἰσιόντι, δίκην προβάτων καὶ λέων ἠκολούθει καὶ πάρδαλις καὶ τῶν ἑρπετῶν τὰ πικρότατα· καὶ τῷ Δανιὴλ παρεστήκεισαν οἱ λέοντες, ὀρεγόμενοι μὲν τροφῆς, πελάσαι δὲ μὴ τολμῶντες. τοὺς γὰρ θεοειδεῖς τῆς θείας εἰκόνος ἑώρων ἐν αὐτῷ χαρακτῆρας, οὕτως ἔχις τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλοῦσα, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑροῦσα, ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὴν εἰσπραττομένη, ὅτι τῷ μηδαμόθεν προσήκοντι προσέβαλε σώματι. ἡμεῖς δὲ τὰ θηρία δεδοίκαμεν, ἐπειδὴ τῆς ἀρετῆς τὴν πολιτείαν οὐκ ἔχομεν· καὶ οὕτω δὲ ῥαθυμούντων κηδόμενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις ἀπεκλήρωσε τόπους, καὶ τὸν τῆς νυκτὸς αὐτοῖς καιρὸν ἀπένειμεν εἰς διατροφήν· «ἐν αὐτῇ, γάρ φησι, διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ». τοῖς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
