# Quaestiones in Octateuchum 190

Theodoretus, Quaestiones in Octateuchum, Page 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/190

QUAESTIONES IN NUMEROS I Διὰ τί προσέταξεν ἀριθμηθῆναι τὸν λαὸν ὁ Θεός; Ἵνα τῆς οἰκείας ἐπαγγελίας δείξῃ τὸ ἀληθές. ὑπισχνούμενος γὰρ τῷ Ἀβραὰμ ἔφη· «πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης». ἔδειξε δὲ τὴν τῆς ἀπαγγελίας ἀλήθειαν· ἐκ πέντε γὰρ καὶ ἑβδομήκοντα τῶν εἰς Αἴγυπτον κατεληλυθότων ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ ἑξακόσιοι καὶ πεντήκοντα ἠριθμήθησαν ἄνδρες δυνάμενοι πολεμεῖν, καὶ τῆς ἐξώρου ἡλικίας καὶ τῆς ἀώρου κεχωρισμένης, καὶ μέντοι καὶ τοῦ θήλεως γένους, καὶ τῆς λευϊτικῆς φυλῆς· οὐδὲ γὰρ αὕτη ταῖς λοιπαῖς συνηριθμήθη. ταύτην αὑτοῦ διδάσκων τὴν δύναμιν ὁ δεσπότης Θεός, καὶ διὰ τοῦ προφήτου Ἠσαΐου ἔφη· «ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν». II Διὰ τί ἐλάττων ἐστὶν ὁ τῶν λευϊτῶν ἀριθμός;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
