# Quaestiones in Octateuchum 191

Theodoretus, Quaestiones in Octateuchum, Page 191. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/191

Ὡς ἀρχόντων· δεῖ γὰρ τοὺς ἄρχοντας ἐλάττους εἶναι τῶν ἀρχομένων. ἄλλως τε καὶ τοῦ πολεμεῖν ἦσαν ἀπηλλαγμένοι, καὶ μόνῃ τῇ θείᾳ λατρείᾳ προσήδρευον. III Πῶς οὖν ἡ τοῦ Ἰούδα φυλὴ ὑπερέβαλε πάσας τῷ ἀριθμῷ καίτοι οὖσα βασιλική; Ἐκ τῆς βασιλικῆς εἷς ἀνὴρ ἐβασίλευσεν· οἱ δὲ τῆς λευϊτικῆς ἅπαντες ἐλειτούργουν· οἱ μὲν ἱερατεύοντες, οἱ δὲ τούτοις διακονοῦντες. ἐδεῖ δὲ καὶ τὴν βασιλικὴν ὑπερέχειν τῷ ἀριθμῷ καὶ διὰ τὴν εὐλογίαν τοῦ δεσπότου Χριστοῦ· ἐξ αὐτῶν γὰρ ἔμελλεν κατὰ σάρκα βλαστάνειν· καὶ ὥστε τοὺς ἐξ αὐτῆς χειροτονουμένους βασιλέας ἀρχοῦσαν ἔχειν τῶν φυλετῶν τὴν ἐπικουρίαν. συνέταξε δὲ κἀνταῦθα τῇ βασιλικῇ φυλῇ τοὺς ἱερέας· πρὸς ἥλιον γὰρ ἀνίσχοντα τὴν Ἰούδα τάξας φυλήν, συνῆψεν αὐτοῖς τοὺς ἱερέας μετὰ τῆς κιβωτοῦ. τῷ μέντοι Δὰν τὸ βόρειον ἀπεκλήρωσε τμῆμα. «ἀπὸ προσώπου, γάρ φησι, βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν». εἴρηται δὲ ἡμῖν ἐν ταῖς τοῦ Ἰακὼβ εὐλογίαις, ὡς ἐκ τῆς Δὰν φυλῆς ὁ ἀλάστωρ τεχθήσεται, ὁ Χριστὸν μὲν ἑαυτὸν ὀνομάζων, τἀναντία δὲ τῇ προσηγορίᾳ διαπραττόμενος, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα. καὶ τῷ Ἰούδᾳ δὲ μάλα εἰκότως τὸ ἑῷον ἀπένειμεν· ἐπειδὴ καὶ περὶ τοῦ δεσπότου Χριστοῦ οἱ θεῖοι βοῶσι προφῆται· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ». καί· «τοῖς φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ». καί· «τοῖς ἐν σκότει

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
