# Quaestiones in Octateuchum 192

Theodoretus, Quaestiones in Octateuchum, Page 192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/192

καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἀνέτειλεν αὐτοῖς». IV Τίνα ἦν τὰ ἔργα τῶν ἱερέων καὶ τίνα τὰ τῶν λευϊτῶν; Αὐτὸς ὁ τῶν ὅλων διδάσκει Θεός. «εἶπε, γάρ φησι, Κύριος πρὸς Μωϋσῆν· λάβε τὴν φυλὴν τοῦ Λευῒ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως· καὶ λειτουργήσουσιν αὐτῷ καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ καὶ πάντα τὰ ἔργα τῆς σκηνῆς καὶ δώσεις τοὺς λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δόμα δεδομένον εἰσὶν οὗτοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ. καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ τὰ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται». Μεμαθήκαμεν οὖν ἐντεῦθεν, ὡς οἱ μὲν ἱερεῖς τὰς θυσίας προσέφερον, οἱ δὲ λευΐται τῶν μὲν ἱερέων ὑπουργοί, τῆς δὲ σκηνῆς κατέστησαν φύλακες. διδάσκει δὲ ἐν τοῖς ἑξῆς, τίνα μὲν ἔδει φέρειν τοῦ Καὰθ τὸν δῆμον, τίνα δὲ τὸν Γεδεών, τίνα δὲ τὸν Μεραρί.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
